# Epitome historiarum (lib. 1‑18) 18.29.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/18.29.1

Τῷ δ’ ἦν ἡ ὁρμὴ πρὸς τὸ μέγα ἀνάκτορον· ἀπιόντι δὲ ἀγγέλλεται ὡς οἱ Βάραγγοι τὴν ἐν τοῖς ἐξκουβίτοις διειληφότες ὁδόν, ἔνθαπερ τούτοις καὶ ἡ κατοίκησις, ἀπελθεῖν δι’ ἐκείνης οὐ παραχωροῦσί τινι οὐδὲ μὴν πλησιάσαι τοῖς βασιλείοις. τοῦτο εἰς ἀγωνίαν τὸν βασιλέα ἐνέβαλε. καὶ στέλλει πρὸς ἐκείνους τινὰ ἐρωτῶντα τί τὸ σφίσι βουλόμενον. στέλλει δὲ καὶ πρὸς τὴν ἐκκλησίαν, τεθνάναι λέγων τὸν αὐτοκράτορα, καὶ ζητῶν αὐτὸς εὐφημηθῆναι ὡς αὐτοκράτωρ. καὶ τοῦτο μὲν ἤνυστο καὶ αὐτοκράτορα αὐτὸν ὁ κλῆρος τῆς ἐκκλησίας γνώμῃ καὶ τοῦ ἀρχιποίμενος ἀνηγόρευσεν. ὁ δὲ πρὸς τοὺ ’ς Βαράγγους ἐσταλμένος ἠρώτα ἐκείνους ὅτου χάριν κωλύουσι τῷ βασιλεῖ τὴν εἰς τὰ βασίλεια πάροδον. οἱ δὲ μήποτε ποτε παραχωρῆσαι τῶν βασιλείων ἑτέρῳ, ζῶντος τοῦ αὐτοκράτορος, ἔφασαν. ἐκεῖνος δὲ τεθνηκέναι διεβεβαιοῦτο τὸν αὐτοκράτορα. καὶ οἱ Βάραγγοι ὅρκῳ τοῦτο πληροφορῆσαι αὐτοὺς ἀπῄτησαν. καὶ ὅς ὤμοσεν ἦ μὴν τεθνάναι τὸν βασιλέα, κἀκεῖνοι ἐωέδοσαν ’σαν καὶ τῆς παρόδου τῷ βασιλεῖ παρεχώρησαν. ὁ δὲ ἀπῄει πρὸς τὰ βασίλεια, καὶ τούτων ἐντὸς γεγονὼς πῶς ἂν χρήσαιτο τῇ μητρὶ καὶ τοῖς ὁμογνίοις καὶ τῷ τῶν κηδεστῶν ἑνὶ τῷ Βρυεννίῳ μετὰ τῶν περὶ αὐτὸν ἐβουλεύετο. ἔτι γὰρ ἐδεδοίκει τούτους καί οἱ ἦσαν ἐν ὑποψίαις ἐλπίζοντι νεωτερίσειν ἴσως αὐτούς. ὁ δὲ τούτου πατὴρ παρ’ ὅλην μὲν τὴν ἡμέραν ἐμπνέων ἦν καὶ δυσθανατῶν, περὶ δὲ τὴν ἑσπέραν ἐξέλιπε, ζήσας μὲν ἔτη ἑβδομήκοντά που τὰ πάντα ἢ ὅ, τι ἐγγυτάτω, βασιλεύσας δ’ ἐκ τούτων ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα ἐπὶ μησὶ τέσσαρσι καὶ ἡμέραις τισίν. ἔθανε δὲ κατὰ τὸ ἑξακισχιλιοστὸν ἑξακοσιοστὸν εἰκοστὸν ἕκτον ἔτος, τὴν μὲν βασιλείαν διηνυκὼς εὐτυχῶς, τὸ δέ γε τέλος οὐχ ὅμοιον ἐσχηκώς. καταλέλειπτο γὰρ πρὸς τῶν θεραπόντων σχεδὸν ἁπάντων ὡς μηδ’ εἶναι τάχα τινὰς τοὺς τὸν ἐκείνου νεκρὸν τοῖς λοισθίοις λουτροῖς ἀπορρύψοντας, καὶ οὔτε κόσμος βασίλειος προσῆν τοῖς περὶ αὐτόν, ἔν αὐτῷ τό σῶμα κοσμηθείη βασιλικῶς, οὔτε μὴν ἐκφορᾶς ἔτυχε βασιλεῖ καταλλήλου, καὶ ταῦτα οὐκ ἀλλοτρίου, ἀλλ’ υἱέος διαδεξαμένου τὴν βασιλείαν αὐτῷ, καὶ υἱέος, ὃν ἐκεῖνος τῆς βασιλείας ἠξίωσεν. οὕτως οὐδὲν τῶν ἀνθρωπίνων μόνιμον οὐδὲ πάγιον οὐδὲ πιστόν τ’ ἑ καὶ βέβαιον, ἀλλ’ ἄπιστα πάντα καὶ κύβου μᾶλλον ῥᾷον μετατιθέμενα καὶ μεταρριπτούμενα. ἦν δ’ ὁ ἀνήρ, ἵνα καὶ τὸν τρόπον ἐκείνου δῆλον θείημεν τοῖς μετέπειτα καὶ τὸ ἦθος τοῖς ὀψιγόνοις χαρακτηρίσαιμεν, οὔθ’ ὑπεροπτικός τε καὶ ἀλαζὼν οὔτε μὴν ὀξὺς εἰς θυμόν, ἀλλ’ οὐδὲ χρημάτων ἥττων οὐδ’ ἄγαν ἐρασιχρήματος, ὥστε βούλεσθαι κα- ταχωννύειν αὐτὰ καὶ ταμιεύειν, ἔν εἶεν αὐτῷ θη- σαυροὶ κεκρυμμένοι καὶ ὑπόγαια χρήματα, ὅθεν οὐδὲ θανόντος πλεῖστα παρὰ τοῖς ταμείοις εὑρέθησαν, πρὸς ἔλεον εὐκατάφορος, πρὸς κόλασιν οὐκ ὀξύρροπος, μέτριος τὸ ἦθος, εὐπρόσιτος, περὶ τὴν δίαιταν οὐκ ἀκόλαστος, οὐκ οἴνου ἡττώμενος, τοῖς ἐναρέτως βιοῦσι προσέχων καὶ ἀπονέμων τιμήν, λόγους οὐχ ὡς ἔδει τιμῶν, τέως δέ γε τιμῶν, ἐπιεικής τε τοῖς περὶ αὐτὸν οὐ σοβαρῶς προσφερόμενος, ἀλλ’ ἐκ τοῦ ἴσου σχεδὸν ὁμιλῶν τε καὶ χαριεντιζόμενος. ὅθεν κἀκείνοις θαρρεῖν ἐπῄει καὶ οὐ μετὰ δέους αὐτῷ παρεστάναι, καὶ μᾶλλον ὅτ’ ἀπῆν ἡ βασίλισσα· ὑπεστέλλοντο γὰρ ἐκείνης παρούσης ἀρχικόν τε καὶ ἐμβριθὲς ἐνδεικνυμένης ἰδίωμα καὶ τοῖς ἀτακτοῦσιν ἐπιτιμώσης σφοδρότερον. ὁ μὲν οὖν τοιοῦτος ἦν. ταῦτα δὲ καλὰ μὲν καὶ πῶς γὰρ οὔ; ἰδιώτῃ δ’ ἀποχρῶντα πρὸς ἔπαινον, οὐ μήν γ’ ἑ καὶ βασιλέα δεικνύντα τὰ πάντα χρηστόν. οὐ γὰρ αἱ αὐταὶ βασιλέως καὶ ἰδιώτου γένοιντ’ ἂν ἀρεταί. ἰδιώτῃ μὲν γὰρ ἀπόχρη καὶ μέτριον ἦθος καὶ ἐπιείκεια καὶ τὸ πρὸς θυμὸν οὐκ εὐκίνητον καὶ τὸ σῶφρον τὸ πρὸς τὴν δίαιταν. βασιλεῖ δὲ πρὸς τούτοις καὶ ἡ τῆς δικαιοσύνης φροντὶς καὶ ἡ τῶν ὑπηκόων προμήθεια καὶ ἡ τῶν παλαιῶν ἐθῶν τοῦ πολιτεύματος τήρησις. τῷ δὲ μέλημα μᾶλλον ἡ τῶν ἀρχαίων ἐθῶν γέγονε τῆς πολιτείας ἀλλοίωσις, καὶ τὸ μεταλλάξαι ταῦτα ἔργον ἦν αὐτῷ σπουδαιότατον, καὶ τοῖς πράγμασιν οὐχ ὡς κοινοῖς οὐδ’ ὡς δημοσίοις ἐκέχρητο καὶ ἑαυτὸν οὐκ οἰκονόμον ἥγητο τούτων, ἀλλὰ δεσπότην, καὶ οἶκον οἰκεῖον ἐνόμιζε καὶ ὠνόμαζε τὰ βασίλεια. καὶ τοὺς τῆς συγκλήτου βουλῆς οὔτε τιμῆς ἧς ἐχρῆν ἠξίου οὔτε πρόνοιαν αὐτῶν ἐτίθετο κατὰ τὸ ἀνάλογον, μᾶλλον μέντοι καὶ ἔσπευσε ταπεινῶσαι τούτους. ἀλλ’ οὐδ’ ἐν ἅπασι τὴν τῆς δικαιοσύνης ἦν τηρῶν ἀρετήν. ταύτης γὰρ ἴδιον τὸ τοῦ κατ’ ἀξίαν ἑκάστῳ διανεμητικόν· ὁ δὲ τοῖς μὲν συγγενέσι καὶ τῶν θε- ραπόντων τισὶν ἁμάξαις ὅλαις παρεῖχε τὰ δημόσια χρήματα καὶ χορηγίας ἐκείνοις ἁδρὰς ἐτησίους ἀπένειμε, ὡς καὶ πλοῦτον περιβαλέσθαι βαθὺν καὶ ὑπηρεσίαν ἑαυτοῖς ἀποτάξαι, οὐκ ἰδιώταις, ἀλλὰ βασιλεῦσι κατάλληλον, καὶ οἴκους προσκτήσασθαι, μεγέθει μὲν πόλεσιν ἐοικότας, πολυτελείᾳ δὲ βασιλείων ἀπεοικότας οὐδέν· τοῖς δὲ λοιποῖς τῶν εὗ γεγονότων οὐχ ὁμοίαν ἐνεδείκνυτο τὴν προαίρεσιν, ἔνα μή τι ἕτερον φαῦλον ἐρῶ, φειδόμενος τοῦ ἀνδρός. βασιλέα μὲν οὖν, οἶον τὸ ἀκριβὲς ἀπαιτεῖ, οὐκ ἐῶσι τὰ εἰρημένα ἐκεῖνον νομίζεσθαι· ἀλλ’ οὐδὲ μέντοι φαῦλον εἴποι τις τὸν Κομνηνὸν αὐτοκράτορα. εἰ δὲ τὴν ἄγαν ἀκρίβειαν ζητοίη τις ἐν τοῖς αὐτοκράτορσιν, οὐκ οἶμαί τινα τῶν ἀνέκαθεν τῆς ‘Ρωμαίων ἐπιβεβηκότων ἡγεμονίας ἐν πᾶσιν εὐδοκιμηκότα κριθήσεσθαι, ἀλλ’ ἐκ τοῦ πλεονάζοντος ἐν τοῖς ἤθεσι σφῶν καὶ ταῖς πράξεσιν ἑκάστῳ ἡ πολιτεία κεχαρακτήρισται. ἀνέγκλητος γὰρ οὐδεὶς ἄν ποτε δόξαι οὐδ’ ἀμιγὴς τῆς χείρονος ἕξεως· θειοτέρας γὰρ τοῦτο μοίρας, ἀλλ’ οὐκ ἀνθρωπίνης εἴη ἄν ποτε φύσεως. Ἐνταῦθά μοι τὸ πέρας ἤτω τῆς συγγραφῆς καὶ ὁ δρόμος στήτω τῆς ἱστορίας, ὅς μοι πρὸς μακρὸν ἐκμεμήκισται. δοῦναι γὰρ γραφῇ καὶ τὰ λείποντα οὔ μοι λυσιτελὲς οὐδ’ εὔκαιρον κέκριται. εἰ μὲν οὖν ὀνήσιμόν τισι δόξει τὸ πόνημα, τῷ θεῷ χάρις, ᾧπερ ἅπαν κατορθοῦται καλόν· εἰ δὲ ἀσυντελές, εἴη ἄν ἡμέτερον τὸ αἰτίαμα καὶ ἐπιστρεφέτω πρός με τὸν τεκόντα τὸ ἀποκύημα, ἐσόμενόν μοι μνήμης ἐμπύρευμα.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
