# Epitome historiarum (lib. 1‑18) 18.8.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/18.8.1

βασιλείας τυχὼν ἀπραγμόνως, ὡς εἴρηται, πολλοὺς τῶν τῆς συγκλήτου βουλῆς καὶ τοῦ δημώδους πλήθους εἰς μείζονας ἀξιωμάτων βαθμοὺς προεβίβασε. καὶ ὅσους δ’ ὁ Κομνηνὸς ἀφείλετο τὰς οἰκείας τιμάς, πολλοὶ δ’ ἦσαν καὶ οὗτοι, εἰς ταύτας αὖθις αὐτὸς ἐκείνους ἀποκατέστησεν. ἐπιβουλῆς δὲ κατ’ αὐτοῦ συσκευασθ ἐίσης, μικροῦ δεῖν ἐγένετο ἂν ὑποβρύχιος. ἦν μὲν γὰρ ἐν τοῖς βασιλείοις τῶν Μαγγάνων, ἐσκέψαντο δὲ οἱ συνομοσάμενοι ὡς εἰ θόρυβος ἐν τῇ τῆς πόλεως γεγονὼς ἀγγελθείη αὐτῷ ἀγορᾷ, αὐτίκα διὰ τῆς θαλάσσης ἐκεῖνος ἀπελεύσεται πρὸς τὸ μέγα Ἀνάκτορον. προῳκονόμητο δ’ αὐτοῖς μὴ εἶναι τὴν βασιλικὴν τριήρη ἐκεῖ καὶ τοὺς ἐκείνης οἰακοστρόφους, οὓς πρωτοκαράβους ἡ δημώδης λέγει φωνή. ὁ μὲν οὖν βασιλεὺς ὡς τὸν θόρυβον ἠνωτίσατο, ἀπιέναι δεῖν ἔκρινε τῶν Ἀνακτόρων εὐθύ. ἐπεὶ δ’ οὐχ εὕρηται ἡ βασιλικὴ τριήρης ἐκεῖ, εἰς τὸ τυχὸν ἐμβεβήκει ἀκάτιον· ἀπιόντος δὲ ἀνεφάνη καὶ ἡ ναῦς ἡ βασίλειος, καὶ εἰρεσίᾳ πολλῇ σὺν ῥύμῃ σφοδρᾷ τὸ ῥόθιον τέμνουσα πρὸς τὸ 30 πλοιάριον, ὅπερ ὁ βασιλεὺς ἐμβεβήκει, πρὸς τῶν πηδαλιούχων ἰθύνετο. ἦν δ’ αὐτοῖς τὸ βουλόμενον ἐπιβιβάσαι τὴν τριήρη τοῦ πλοιαρίου, ἵν’ αὐτὸ κατα- δύσῃ καὶ σὺν τῷ βασιλεῖ ποιήσηται ὑποβρύχιον. ὡς δ’ εἶδον τὴν τῆς τριήρους ἐπιφορὰν οἴτῳ κρατοῦντι συμπλέοντες , ἀνέκραξάν τε καὶ ἐπέχειν θρασύτερον ἐξεβόησαν καὶ μετατρέπειν τοὺς οἴακας. ταῖς γοῦν ἐκείνων βοαῖς ὥσπερ ἐμβροντηθέντες οἱ ἐπὶ τῶν οἰάκων, θείας δ’ ἦν τὸ ξύμπαν προμηθείας, ἀπεδειλίασαν. λίασαν. καὶ οὕτω τὸν κίνδυνον ὁ βασιλεὺς ἐκφυγὼν ὅπως τ’ ἑ καὶ παρ’ ὧν ἡ ἐπιβουλὴ σὺν συνεσκεύαστο ἔγνω, καὶ τοὺς αἰτίους ἠμύνατο στερήσει μόνῃ τῶν οὐσιῶν. οὗτος ὁ βασιλεὺς ηὔχει μὲν ὡς ἐπὶ προγόνοις τοῖς πάλαι τῇ τῶν δουκῶν κεκλημένοις ἐπωνυμίᾳ, τῷ Ἀνδρονίκῳ δηλαδὴ καὶ τῷ Πανθηρίῳ καὶ ἐπὶ τούτοις τῷ Κωνσταντίνῳ. ἀλλὰ τοῦ γένους ἐκείνων πάλαι πανοικὶ ἐξολοθρευθέντος , ὅτε Κωνσταντῖνος τυραννίδι ἐπικεχείρηκεν , ὡς ἔμπροσθεν εἴρηται, τοῦ πορφυρογεννήτου Κωνσταντίνου τοῦ παιδὸς τοῦ ἄνακτος Λέοντος, τοῦ φιλοσόφου φημί, βασιλεύοντος, καὶ ὑπὸ ἐπιτρόπους τελοῦντος ἔτι διὰ τὴν νηπιότητα, καὶ μηδενὸς. ἄρρενος περιλειφθέντος, ἐκ θηλείας τινός , ὡς λόγος , οἱ τούτου κατήγοντο πρόγονοι, ὅθεν οὐδὲ δούκας λελόγιστο καθαρός, ἀλλ’ ἐπίμικτος καὶ κεκιβδηλευμένην ἔχων τὴν πρὸς τοὺς δούκας συγγένειαν. ἦν δὲ ὁ ἀνὴρ τὰ πρὸς θεὸν εὐσεβής, τὸ ἦθος ἐπιεικής, δικαιοσύνης ἐρατοῖς, τὴν γνώμην δὲ νωθρὸς καὶ ἀμβλύς , χαίρων τοῖς ἐπὶ βίου μαρτυρουμένοις σεμνότητι, ἐκτόπως δ’ ἐρασιχρήματος καὶ πόρους ἐπινοῶν ὅπως αὐτῷ γένοιντο πολλοὶ θησαυροί. ὅθεν καὶ πρὸ πάντων εἰς δύο ταῦτα κατέτεινε τὴν σπουδήν , εἴς τε τὴν τῶν δημοσίων φόρων ἐπαύξησιν , διὸ καὶ τὰ ἀρχεῖα τὰ τοὺς φορολόγους λογοπραγοῦντα ὠνητὰ παρεῖχε τοῖς βουλομένοις καὶ τελῶν αἷς τὴν συλλογὴν τῶν φόρων ἐπὶ συνθήκαις ἐπίστευε, καὶ εἰς ἀκροάσεις δικῶν. οὐ πάνυ δὲ τῇ ἀκριβείᾳ προσεῖχε δικάζων, ἀλλ’ ἐνιαχοῦ καὶ ἐνηυθέντει καὶ τὰς ψήφους ὑπήλλαττε, πρὸς τὰ πρόσωπα τὰς ἀποφάσεις τιθέμενος. γλίσχρος δὲ τυγχάνων καὶ φειδωλὸς ἔθετο παρ’ ἑαυτῷ μὴ μάχαις πρὸς τὰ ἔθνη συρρήγνυσθαι, ἀλλὰ δώροις καὶ φιλοφροσύναις ἄλλαις αὐτὰ οἰκειοῦσθαι καὶ καταλλάττειν τῇ Ῥωμαίων ἀρχῇ, δύο ταῦτα ἐντεῦθεν μνώμενος ἑαυτῷ, τό τε μὴ πλείω δαπανᾶν ἐν ἐκστρατείαις καὶ τὸ αὐτὸς ἠρεμεῖν καὶ σχολάζειν ὡς ἐπίπαν τῇ τῶν χρημάτων συλλογῇ· διὸ καὶ τῶν στρατιωτικῶν καταλόγων ἠμέλησεν ἢ μᾶλλον πολλοὺς καὶ τοὺς γενναιοτέρους τῶν ἀπογραφῶν ἀπήλειψε λεῖψε διὰ τὸ βαρύμισθον · ὥστε συμβαίνειν θρασύνεσθαι μὲν τὸ βαρβαρικόν, συστέλλεσθαι δὲ καὶ ταπεινοῦσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα καὶ μειοῦσθαι τὴν ἡγεμονίαν τὴν Ῥωμαϊκήν. πολλαὶ γὰρ τότε τῶν ἑῴων χωρῶν αἱ μὲν ἐληίζοντο καὶ εἰς ἀφανισμὸν προυχώρουν, αἶ δὲ καὶ ὑπὸ τοὺς πολεμίους ἐγίνοντο.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
