# Epitome historiarum (lib. 1‑18) 18.9.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/18.9.1

Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχον κακῶς, τὰ δ’ ἑσπέρια καὶ ταῦτα κακῶς ἔπασχε διὰ στρατιωτῶν καὶ σπάνιν καὶ ἀχρειότητα. τοῦ γὰρ τῶν Οὔζων ἔθνους, Σκύθαι δὲ τοῦτό ἐστι τῶν Πατζινάκων καὶ κατὰ γένους ὑπεροχὴν καὶ κατὰ πλήθους ὑπερβολὴν παρὰ τοῖς Σκυθικοῖς προτιμῶ - μένον ἔθνεσι, τὸν Ἴστρον παγγενῆ διαβαίνοντος, ἐπειράθησαν μὲν οἱ τῶν παριστρίων πόλεων ἄρχοντες, ἦσαν δ’ οὗτοι ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης καὶ ὁ μάγιστρος Βασίλειος ὁ Ἀποκάπης, ἀπεῖρξαι αὐτοῖς τὴν διάβασιν , οὐ μέντοι γε ἠδυνήθησαν. ἀλλὰ συμμίξαν σφίσι τὸ βάρβαρον τήν τε συνοῦσαν αὐτοῖς κατηγωνίσατο στρατιὰν καὶ τοὺς εἰρημένους ἄνδρας καὶ ἄμφω δοριαλώτους ἀπήγαγον, καὶ διαβάντες τὸν Δάνουβιν τὴν περὶ αὐτὸν χώραν ἐπλήρωσαν ἅπασαν. ἦσαν γάρ, ὡς λόγος, ὑπὸ ἑξήκοντα χιλιάδας οἶ αἴρειν ὅπλα δυνάμενοι. ὅθεν ὁρμώμενοι τήν τε Μακεδονίαν ἐληίζοντο καὶ μέχρις Ἑλλάδος προῄεσαν. ταῦτα ἀθυμίαν ἐνεποίει τῷ βασιλεῖ, συλλέξαι δὲ δυνάμεις ὤκνει καὶ ἀνεβάλλετο, ἵνα μὴ πρόηται ὀβολόν. ἐκεῖνος δ’ ἔλεγεν ὅτι ἀκαταγώνιστον τὸ ἔθνος ἐστί. πρέσβεις δὲ πρὸς τοὺς αὐτῶν ἡγεμονεύοντας ἐσταλκὼς μετὰ δώρων ἐπειρᾶτο τούτοις πεῖσαι τὸ βάρβαρον σπείσασθαι. πάντων δὲ ἀναφανδὸν λοιδορουμένων τῷ βασιλεῖ ὡς διὰ φειδωλίαν μὴ κατὰ τῶν βαρβάρων ἐπεξιόντι, τῆς μὲν πόλεως ἐξεδήμησε, περὶ δὲ Χοιροβάκχους ἐσκήνωσεν, οὐ πλείους, ὡς λέγεται, τῶν ἑκατὸν πεντήκοντα τήκοντα μεθ’ ἑαυτοῦ ἐπαγόμενος , φροντίζων δὲ περὶ στρατεύματος συλλογῆς. ἐν τούτοις δ’ ἠγγέλη αὐτῷ ἡ τοῦ ἔθνους καταστροφή. ἐνσκήψαντος γὰρ ἐκείνῳ λοιμοῦ, καὶ κακωθέντι σφοδρῶς ἐξ αὐτοῦ οἴ τε Πατζινάκαι καὶ οἱ παρακείμενοι Βούλγαροι ἠσθενηκότι νηκότι ἐπέθεντο, καὶ ἄρδην αὐτὸ διεφθάρκασι , μόλις τῶν ἡγεμόνων μετ’ ὀλίγων δυνηθέντων διαβῆναι τὸν Ἴστρον. ἦν δὲ τὸ σύμπαν τοῦ στρατηγήματος τῆς θείας δυνάμεως. ἀπογνοὺς γὰρ ὁ βασιλεὺς πάντοθεν πρὸς τὸ θεῖον κατέφυγε, δάκρυσι καὶ συντριβῇ καρδίας τούτου δεόμενος καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενος ἀρωγήν. ταῦτα δ’ ἐν τῷ ἕκτῳ ἔτει ἐπράχθη τῆς βασιλείας τούτου τοῦ αὐτοκράτορος. πρὸ δὲ τούτου σεισμὸς ἐγένετο μέγας κατὰ τὴν εἰκοστὴν τρίτην τοῦ Σεπτεβρίου μηνός, ὑφ’ οὗ καὶ ναοὶ καὶ οἰκίαι πολλαχοῦ ἠρειπώθησαν. ὅτε καὶ τὸ κατὰ Κύζικον ‘Eλληνικὸν κατέπεσε τέμενος, ἔργον κάλλιστόν τε καὶ θαύματος ἄξιον , καὶ ὁ ἐν Νικαίᾳ τῶν ἁγίων πατέρων μέγιστός τε καὶ περιώνυμος κατεσείθη ναός. κατὰ δὲ τὸν Μάι·ον μῆνα τῆς τετάρτης ἰνδικτιῶνος κομήτης ὦπτο ἀστὴρ κατόπιν τοῦ ἡλίου πρὸς δύσιν ἰόντος. ἦν δὲ πρότερον μὲν κατὰ σελήνην πλήρη τὸ μέγεθος, εἶτα κόμην ὥσπερ ἐκφύων ἐμειοῦτο, καὶ καθ’ ὅσον τὰ τῆς κόμης ηὐξάνετο, ἠλαττονοῦτο τὸ μέγεθος. πρὸς δὲ τὴν ἀνατο— Λὴν τὰς ἀκτῖνας ἀπέτεινεν, ἐφ’ ἡμέρας φαινόμενος τεσσαράκοντα. τοῦ πατριάρχου δὲ Κωνσταντίνου τοῦ Λειχούδη ἐπ’ ἔτη τέσσαρα καὶ μῆνας ἒξ τὴν ἐκκλσιαν ἰθύναντος καὶ μεταθεμένου πρὸς ἑτέραν ζωήν, Ἰωάννης ὁ Ξιφιλῖνος εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντίνου θρόνον ἀνάγεται , ὃς ἐκ Τραπεξοῦντος ζοῦντος μὲν ὥρμητο, πεπαίδευτο δὲ παιδείαν λόγων παντοδαπῶν καὶ τοῖς ἐξόχοις τῆς συγκλήτου συνηρίθμητο. πάντα δὲ ἑκουσίως λιπών, τοῖς κατὰ τὸν Ὄλυμπον προσφοιτήσας σεμνείοις κείρεταί τε τὴν κόμην καὶ τὸν μοναχικὸν ὑπέρχεται βίον, ἔνθα καὶ συχνὸν διανύσας χρόνον ἄξιος ἐκρίθη τοῦ θρόνου τοῦ πατριαρχικοῦ. ὁ δέ γε βασιλεὺς νόσῳ ληφθεὶς καὶ ταύτῃ κάμνων ἐπὶ μακρὸν καὶ ταλαιπωροῦ μένος καὶ ἤδη κατεργασθείς, καὶ ἀπαραίτητον αὐτῷ γνοὺς ἐπιέναι τὴν τελευτήν, τὴν μὲν βασιλείαν τοῖς υἱοῖς αὐτοῦ καταλέλοιπε τρισὶν οὖσιν, οὑς αὐτῷ ἡ σύνοικος Εὐδοκία ἐγείνατο, τοὺς μὲν δύο τὸν Μιχαὴλ τε καὶ τὸν Ἀνδρόνικον ἰδιωτεύοντι ἔτι, τὸν δὲ Κωνσταντῖνον βασιλεύσαντι, καὶ αὐτὴ Αὐγοῦστα ἀναρρηθεῖσα. ὅθεν οὗτος καὶ πορφυρογεννήτης ἦν, ὃν αὐτίκα καὶ πρὸ τῶν ἄλλων τοῖς βασιλικοῖς παρασήμοις ἐκόσμησεν, εἶτα καὶ τοὺς λοιποὺς ἀνηγόρευσε. τούτους μὲν οὖν ἐπέστησε τῇ ἀρχῇ, αὐτοῖς δὲ τὴν μητέρα βασιλίδα τε καὶ τροφὸν καὶ κυρίαν, τὸ ξύμπαν εἰπεῖν, καταλέλοιπε, ἐπ’ αὐτῇ τὴν τῆς βασιλείας μεταχείρισιν ποιησάμενος , δοκούσῃ αὐτῷ σώφρονί τε καὶ πρὸς παίδων ἀγωγὴν δεξιᾷ καὶ πεφυκυίᾳ πρὸς πραγμάτων διοίκησιν , πρότερον ὅρκον ἐξ αὐτῆς ἀπαιτήσας ἔγγραφον ὡς οὐ πρὸς γάμον ἐλεύσεται δεύτερον. τὸ δ’ ἔγγραφον παρ’ ἐκείνης βεβαιωθὲν τῷ πατριάρχῃ ἐδόθη φυλαχθησόμενον · ἀλλὰ καὶ οἱ τῆς συγκλήτου βουλῆς ἅπαντες ἐγγράφως κατέθεντο μὴ ἄν ποτε βασιλέα ἕτερον ἀνειπεῖν, εἰ μὴ τοὺς παῖδας αὐτοῦ. ἐπὶ τούτοις ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἑπτὰ πρὸς τῷ ἡμίσει ἐνιαυτούς, ζήσας δ’ ἐξήκοντα ἢ καί τι τούτων ἐπέκεινα. τὸν μέντοι ἀδελφὸν αὐτοῦ Καίσαρα βασιλεύσας ἐτίμησε καὶ σύμβουλον εἶχε καὶ τῶν μυστηρίων συνίστορα. λόγοις δὲ οὐχ ὡμιληκὼς ἠγάπα τούτους καὶ τοὺς λογίους ἐσέβετο, καὶ ἔλεγε βούλεσθαι μᾶλλον ἐκ λόγων ἢ τῆς βασιλείας γνωρίζεσθαι. τοὺς δ’ ἐπιβούλους αὐτοῦ μὴ ἄλλως κακῶς διαθήσειν ἔφασκεν ἢ μόνον ὡς ὠνη- τοῖς κεχρῆσθαι αὐτοῖς , ὡς τῶν νόμων αὐτῶν τὴν 2( ἐλευθερίαν ἀφελομένων.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
