# Epitome historiarum (lib. 1‑18) 2.1.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/2.1.1

Ἄρτι δ’ ἐπανῆλθε Δαβὶδ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς καί τις ἀνὴρ προσῆλθεν αὐτῷ ἀπαγγέλλων τὴν ἧτταν τῶν Ἰσραηλιτῶν καὶ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν. ἀνακρινόμενος δὲ εἰ ἀληθῆ ἀπαγγέλλει, εἶπε καιρίαν πληγῆναι τὸν Σαούλ, καὶ μὴ οἷόν τε ὄντα δι’ ἀσθένειαν ἑαυτὸν ἀνελεῖν παρακαλέσαι αὐτόν, ἵνα μὴ ζῶν τοῖς πολεμίοις ἁλῷ, ἐπιρρῶσαι αὐτῷ τὴν πληγὴν ἐπιπεσόντι τῇ ἰδίᾳ ῥομφαίᾳ· καὶ ποιῆσαι κατὰ τὸ ἐπίταγμα, καὶ τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰς πίστιν τῶν λόγων προέτεινε τὸν ἐπὶ τῆς κεφαλῆς ἐκείνου βασίλειον στἐφανον καὶ τὸν ἐπὶ τοῖς βραχίοσι χρυσόν, καὶ ἐδίδου Δαβίδ. ἐθρήνησεν οὑν Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, τὸν δὲ τὸν Σαοὺλ ἀνελόντα ἐκόλασεν, ὅτι τῷ χριστῷ κυρίου τὴν χεῖρα ἐπήνεγκε. καὶ μετὰ ταύτα τοῦ θεοῦ κελεύσαντος εἰς Χεβρὼν ἀνέβη, πόλιν Ἰούδα, μετὰ ἀμφοῖν τῶν γυναικῶν αὐτοῦ Ἀχινοὸμ καὶ Ἀβιγαίας, καὶ οἱ ἄνδρες οἶ μετ’ αὐτοῦ πανοικί· ἔνθα βασιλεὺς αἱρεῖται παρὰ τῆς Ἰούδα φυλῆς. εὐλόγησε δὲ Δαβὶδ τοὺς ἄνδρας Ἰαβεὶς ὡς θάψαντας τοὺς τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν νεκρούς. Ὁ δὲ τοῦ Σαοὺλ ἀρχιστράτηγος Ἀβεννὴρ λαβὼν τὸν περίλοιπον υἱὸν τοῦ κυρίου αὐτοῦ τὸν Ἰεβοσθέ, βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ, τοῦ Ἰούδα χωρίς, ἀνηγόρευσεν. ἦν δὲ τεσσαράκοντα ἐτῶν, ὅτε ἐβα- σίλευσεν ὁ Ἰεβοσθέ, καὶ δύο ἔτη τῆς βασιλείας ἐκράτησεν. ὁ δὲ Ἀβεννὴρ δι’ ὀργῆς ἐποιεῖτο τὴν Ἰούδα φυλὴν ὡς βασιλεύσασαν τὸν Δαβίδ, καὶ ὥρμησε κατ’ αὐτῆς. ἀπήντησε δ’ αὐτῷ μετὰ δυνάμεως Ἰωάβ, ὃς ἦν τοῦ Δαβὶδ ἀρχιστράτηγος. καὶ πρῶτον μὲν δώδεκα ἐξ ἑκάστης ἐμονομάχησαν στρατιᾶς· πάντων δὲ πεπτωκότων ἐκείνων, καὶ ἄμφω αἱ στρατιαὶ ἀλλήλαις προσέβαλον, καὶ ἡττήθησαν οἱ τοῦ Ἀβεννήρ. Ἀβεσὰ δὲ καὶ Ἀσαὴλ ἀδελφοὶ Ἰωάβ. ὁ δὲ Ἀσαὴλ ἐπὶ ποδῶν ὠκύτητι σεμνυνόμενος ἐδίωκεν ὄπισθεν Ἀβεννήρ. ὁ δὲ ἀναστρέφειν παρῄνει· ἐπεὶ δὲ μὴ ἔπειθε, πλήξας αὐτὸν ἐξόπισθεν καιρίως ἀπέκτεινε. τοῦ τεθνεῶτος δ᾿ οἱ σύγγονοι διὰ τὴν τοῦ ἀδελφοῦ σφαγὴν ὀργιζόμενοι μετέθεον τὸν Ἀβεννήρ. ἐκεῖνος δὲ στὰς ἐπὶ κορυφῆς ἑνὸς τῶν βουνῶν ἐβόησε πρὸς Ἰωὰβ λέγων “μὴ παρόξυνε πρὸς μάχην ἄνδρας ὁμοεθνεῖς· καὶ Ἀσαὴλ γὰρ ἡμάρτηκε μὴ πεισθείς μοι συμβουλεύοντι ἀναστρέφειν, κἀντεῦθεν τέτρωταί τε καὶ τέθνηκε.” παράκλησιν οὖν τοὺς λόγους τούτους ὁ Ἰωὰβ ἡγησάμενος ἀνακλητικὸν ἠχῆσαι κελεύει τὴν σάλπιγγα καὶ τὴν δίωξιν ἔστησεν. ἀρχὴν δ᾿ ἐξ ἐκείνου παρ᾿ Ἑβραίοις ἔλαβεν ὁ ἐμφύλιος πόλεμος, καὶ διέμεινεν ἐπὶ πλεῖστον, τῶν μὲν τοῦ Δαβὶδ κραταιουμένων, ἀσθενούντων δέ γε τῶν τοῦ Σαούλ. Ἐτέχθησαν δὲ τῷ Δαβὶδ ἐν Χεβρὼν ὄντι ἐκ γυναικῶν διαφόρων υἱοὶ ἕξ, ὧν ἦν πρωτότοκος ὁ Ἀμνών. τοῦ δὲ Ἀβεννὴρ παλλακῇ μιχθέντος Σαούλ, ἠγανάκτησεν Ἰεβοσθὲ κατ᾿ αὐτοῦ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ. τοῦτο γέγονεν αἴτιον τοῦ προσρυῆναι τὸν Ἀβεννὴρ τῷ Δαβίδ. ὁ δὲ Δαβὶδ στείλας πρὸς τὸν Ἰεβοσθὲ τὴν ἰδίαν γυναῖκα ἐζήτει Μελχόλ. ὁ δὲ ἀποσπάσας αὐτὴν τοῦ ἀνδρός, ᾧ μετὰ τὴν φυγὴν τοῦ Δαβὶδ ἡρμόσατο αὐτὴν ὁ Σαούλ, ἀπέστειλε τῷ Δαβίδ. Ἀβεννὴρ δὲ τοῖς γηραιοῖς τοῦ πλήθους τῶν Ἰσραηλιτῶν καὶ τοῖς ταξιάρχαις διαλεχθεὶς μεταθέ- σθαι συνῄνεσε πρὸς Δαβίδ, τοῦτο καὶ πάντων προ- θυμουμένων. τοῦτο δὲ ποιήσας ἧκε πρὸς τὸν Δαβὶδ ἐνόρκους πίστεις ληψόμενος. καὶ δεχθεὶς ἀσμένως, ἀπῄει συναθροίσων τὸ πλῆθος, ἵνα παρὰ πάντων ἀναρρηθῇ ὁ Δαβίδ. ἐλθὼν δὲ πρὸς Χεβρὼν Ἰωὰβ καὶ μαθὼν τὰ περὶ Ἀβεννήρ, δείσας μὴ ὑπερέξει ἐκεῖνος αὐτοῦ, κατεῖπε μὲν πολλὰ τοῦ ἀνδρὸς πρὸς Δαβίδ, μὴ πείθων δὲ στέλλει λάθρᾳ τὸν καλέσοντα τὸν Αβεννὴρ ὡς ἐκ τοῦ Δαβίδ· κἀκεῖνος ἀνέστρεψε. καὶ ὑπαντήσας αὐτῷ Ἰωάβ, καὶ ὥς τι μυστικώτερον αὐτῷ διαλεξόμενος πόρρω τῶν οἰκείων ἀπαγαγὼν αὐτὸν κτείνει, ξίφει πατάξας ὑπὸ λαγόνα. Δαβὶδ δὲ τοῦτο μαθὼν ἤλγησε σφόδρα καὶ τῷ τὸν ἄνδρα κτείναντι κατηράσατο, καὶ ἐθρήνησε τὸν θανόντα καὶ φιλοτίμως ἐνεταφίασεν. Ἰεβοσθὲ δὲ μετὰ μικρὸν ἐπιβουλευθεὶς ἐσφάγη κοιμώμενος. καὶ οἱ τοῦτον ἀνελόντες, δύο ὄντες, τὴν κεφαλὴν λαβόντες αὐτοῦ τῷ Δαβὶδ ἀπεκόμισαν. ὁ δὲ οὐ μόνον μὴ κεχαρισμένα πρᾶξαι αὐτῷ τοὺς ἄνδρας ἡγήσατο, ἀλλὰ καὶ ἀναιρεθῆναι προσέταξε, δέκας τοῦ φόνου πραττόμενος. εἶτα πᾶς Ἰσραὴλ πορεύεται πρὸς Δαβίδ, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα πασῶν τῶν φυλῶν. ἢν δὲ τρια- κονταέτης Δαβὶδ ὅτε ἐπὶ τὸν Ἰούδαν ἐβασίλευσεν, καὶ ἦρξεν ἐν Χεβρὼν τῆς τοῦ Ἰούδα μόνης φυλῆς ἐνιαυτοὺς ἑπτά, τριάκοντα δὲ καὶ τρεῖς τοῦ παντὸς Ἰσραήλ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
