Ancient Greek
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.6.1
Not analysed yet
Παραγενομένου δὲ τοῦ βασιλέως εἰς Γάλγαλα, συνήχθη ἐκεῖ πᾶς ὁ λαὸς Ἰσραήλ, αἰτιώμενοι τὴν Ἰούδα φυλὴν λάθρᾳ πρὸς αὐτὸν ἐλθοῦσαν. οἱ δὲ μὴ δεῖν κακίζειν αὐτοὺς ἔλεγον διὰ τοῦτο, οἰκείους ὄντας πρὸς γένος τῷ βασιλεῖ. τῷ δὲ λαῷ σκληρὸς ὁ λόγος οὗτος ἐφάνη. καί τις ἀνὴρ Βενιαμίτης στασιώδης καὶ πονηρός, Σαβεὲ κεκλημένος, ‘οὐκ ἔστι μερὶς ἡμῖν ἐν Δαβὶδ οὐδὲ κληρονομία ἐν τό υἱῷ Ἰεσσαί” ἀνεβόησε, καὶ σαλπίσας ἐν κέρατι ἀπέστησε πάντας ἀπὸ Δαβίδ, μόνης τῆς Ἰούδα φυλῆς παραμεινάσης αὐτῷ. ὁ βασιλεὺς δὲ στρατηγὸν τὸν Ἀμεσὰ προβαλόμενος συλλέξαι στρατιὰν ἐκ τῆς Ἰούδα φυλῆς ἐξαπέσττειλε, καὶ μετὰ τρεῖς ἡμέρας ἐπανελθεῖν. χρονίζοντος δὲ τοῦ Ἀμεσά, τῷ Ἰωὰβ ἐγκελεύεται τὴν ἐκεῖσε παροῦσαν λαβόντα δύναμιν ἐξορμῆσαι κατὰ τοῦ Σαβεέ, ‘‘ἵνα μὴ ὑπερτιθεμένων ἡμῶν” φησι ‘‘μᾶλλον ὁ ἐχθρὸς παρασκευασθῇ.” καὶ αὐτίκα ὁ Ἰωὰβ ἐχώρει πρὸς πόλεμον. ἀπιόντι δὲ μετὰ μεγάλης δυνάμεως συνηντήκει αὐτῷ Ἀμεσά· καὶ Ἰωάβ, προσιόντος αὐτῷ τοῦ Ἀμεσά, τὸ ξίφος ὃ περιέζωστο πεποίηκε τοῦ κουλεοῦ ἐκπεσεῖν, καὶ ἦρε τοῦτο ἀπὸ τῆς γῆς, καὶ ἀσπάσασθαι προσεγγίσσας τῷ Ἀμεσὰ ὦσε κατὰ τῆς γαστρὸς ἐκείνου τὴν μάχαιραν καὶ ἀπέκτεινε. προσλαβόμενος δὲ καὶ τὸν ἐκείνου λαὸν τὸν Σαβεὲ κατεδίωκεν· ὁ δὲ εἰς πόλιν κατέφυγεν ὀχυράν. καὶ ἐπολιόρκει τὴν πόλιν ὁ Ἰωάβ, καί τις ἀπὸ τοῦ τείχους γυνὴ συνετὴ ἐβόησε πρὸς αὐτόν ἵνα τί καταβαλεῖν ἐθέλεις μητρόπολιν Ἰσραήλ;” ὁ δέ “διὰ τὸν Σαβεέ” ἀπεκρίνατο. ἡ δὲ πρὸς τοὺς πολίτας ἐλθοῦσα πείθει τεμόντας τὴν κεφαλὴν Σαβεὲ ῥῖψαι εἰς τὸ καὶ τούτου γεγονότος ὁ Ἰωὰβ τὴν πολιορκίαν λύσας ἀπῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀπεδείχθη πάλιν πάσης τῆς δυνάμεως ἀρχιστράτηγος. Ἐγένετο δὲ μετὰ ταῦτα λιμὸς καὶ ἐπὶ ἔτη τρία ἐπίεζε τόν λαόν. ζητήσαντος δὲ τοῦ βασιλέως περὶ τούτου, δεδήλωκεν ὁ θεὸς διὰ τοὺς Γαβαωνίτας γίνεσθαι τὸν λιμόν, καὶ δεῖν αὐτοὺς ἐκδικίας τυχεῖν ἀνθ’ ὧν ὁ Σαοὺλ ἀπέκτεινεν ἐξ αὐτῶν, μὴ τηρήσας τοὺς παρὰ Ἰησοῦ καὶ τῆς γερουσίας γεγονότας ὅρκους αὐτοῖς. ἐκάλεσεν οὖν τοὺς Γαβαωνίτας ὁ βασιλεύς, καὶ τί ἂν βούλοιντο γενέσθαι αὐτοῖς ἐπύθετο εἰς ἐξί- λασμα· οἱ δὲ ἑπτὰ ἄνδρας ᾔτησαν δοθῆναι αὐτοῖς ἐκ τοῦ οἴκου Σαούλ. καὶ ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς τοὺς ἑπτὰ ἄνδρας, ὡς ᾔτησαν, τοῦ Μεμφιβοσθὲ φεισάμενος· οἱ δὲ λαβόντες τοὺς ἄνδρας ἀπέκτειναν. καὶ κατήνεγκεν ὁ θεὸς ἐπὶ τὴν γῆν ὑετόν. Πολέμου δὲ μετὰ ταῦτα γενομένου πρὸς ἀλλοφύλους ὁ Δαβὶδ μετὰ τῆς οἰκείας στρατιᾶς κατεδίωξε τοὺς πολεμίους. καὶ κατάκοπος γεγονὼς παρεῖτο ἐκλυθείς· καί τις τῶν ἐναντίων οὕτως ἔχοντα ἰδὼν ὥρμησε πατάξαι αὐτόν, Ἀβεσὰ δὲ ὁ ἀδελφὸς ’Iωὰβ ὑπερασπίσας τοῦ βασιλέως τὸν ἀλλόφυλον ἔκτεινε. καὶ διὰ τοῦτο ὤμοσαν οἱ περὶ Δαβὶδ μηκέτι παραχωρῆσαι εἰς πόλεμον αὐτὸν ἐξελθεῖν. καὶ πάλιν δὲ τῶν ἀλλοφύλων στρατευσαμένων στείλας ὁ βασιλεὺς στρατὸν ἐπ’ αὐτοὺς πολλοὺς μὲν κτανθῆναι πεποίηκε, τοὺς δὲ περιλειφθέντας φυγεῖν. διαλιπόντες δὲ μικρὸν οἱ ἀλλόφυλοι ἐπῆλθον ἔτι κατὰ τῆς χώρας τῶν Ἰσραηλιτῶν. καὶ ἦν παρ’ αὐτοῖς γιγαντιαῖος ἀνήρ, ἒξ δακτύλους ἔχων ἐν ἑκατέρᾳ χειρὶ καὶ ὁμοίως ἐν τοῖς ποσίν· ᾧ συμπλακεὶς ὁ Ἰωνάθαν ἀδελφιδοῦς τοῦ Δαβὶδ κατέβαλεν αὐτὸν καὶ ἐσκύλευσε καὶ ῥοπὴν πρὸς νίκην τοῖς ὁμοφύλοις παρέσχετο. οὐκέτι γοῦν προσέθεντο οἱ ἀλλόφυλοι τοῖς Ἑβραίοις μαχέσασθαι.