# Epitome historiarum (lib. 1‑18) 2.7.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/2.7.1

Εἰρήνης δ’ ἔκτοτε τυχὼν ὁ Δαβὶδ ᾠδὰς συνέθετο πρὸς θεόν, καὶ ὄργανα κατασκευάσας μετ’ αὐτῶν ἐδίδαξε τοὺς Λευίτας τοὺς ὕμνους ᾄδειν. τοιαῦτα δ’ ἦσαν τὰ ὄργανα· ἡ μὲν κινύρα δεκάχορδος ἦν καὶ πλήκτρῳ ἐκρούετο, ἡ δὲ νάβλα δώδεκα φθόγγους ἔχουσα τοῖς δακτύλοις ἐπλήττετο· κύμβαλά τε ὑπῆρχον χάλκεα, μεγάλα τε καὶ πλατέα. ἦν δὲ περὶ τὸν Δαβὶδ καὶ σύστημα γενναίων ἀνδρῶν. οἱ δὲ τούτων ἐπισημότατοι τριάκοντα ἐτύγχανον καὶ ἑπτά, οἱ πολλάκις ἠρίστευσαν. καί ποτε ἀλλοφύλων ἐπὶ Βηθλεὲμ ἐστρατοπεδευκότων ὁ βασιλεὺς ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος ὕδωρ πιεῖν ἐπεθύμησε. καὶ τρεῖς ἐκ τῶν περὶ αὐτὸν ἀνδρείων δραμόντες καὶ μέσην τὴν τῶν ἐναντίων διελθόντες παρεμβολὴν ὑδρεύσαντο ἐξ ἐκείνου τοῦ φρέατος, καὶ αὖθις διὰ τῶν πολεμίων διελθόντες καταπλαγέντων τὸ θράσος αὐτῶν καὶ ἠρεμούντων, τῷ βασιλεῖ τὸ ὕδωρ προσκεκομίκασιν. ὁ δέ ‘‘ἵλεώς μοι κύριος” εἶπεν, “οὐ πίομαι τοῦτο, αἴματι τῶν ἀνδρῶν καὶ κινδύνῳ τῶν ψυχῶν αὐτῶν κομισθέν.” οὐκ ἔπιεν οὗν, ἀλλ’ ἔσπεισεν αὐτὸ τῷ θεῶ. Ἀπαριθμῆσαι δὲ τὸν λαὸν ἅπαντα βουληθεὶς ἐκέλευσε τῷ Ἰωὰβ ποιήσαι τὴν ἀπαρίθμησιν. τοῦ δὲ μὴ ἐπαινέσαντος τὴν βουλὴν καὶ τὴν πρᾶξιν οὐκ ἀγαθὴν λέγοντος, ὁ βασιλεὺς οὐκ ἐπείθετο. καὶ ἀπῆλθεν Ἰωὰβ καὶ ἠρίθμησε τὸν λαόν, καὶ ἦν ὁ ἀριθμὸς Ἰσραὴλ ὀκτακοσίων χιλιάδων ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ πεντακοσίων χιλιάδων ἀνδρῶν μαχητῶν τῶν ἐξ Ἰούδα φυλῆς. εἶτα μετεμέλετο ὁ Δαβὶδ καὶ ὡμολόγει ἡμαρτηκέναι. Γὰδ δὲ ὁ προφήτης κελεύσαντος τοῦ θεοῦ ἐπορεύθη πρὸς τὸν Δαβὶδ καί φησιν “ἐκ τριῶν τούτων ἔκλεξαι ὁ πρὸς βουλῆς σοί ἐστι, πότερον αἱρῇ ἐπὶ ἔτη ἑπτὰ λιμὸν ἔσεσθαί σοι κατὰ τὴν χώραν, ἦι τρεῖς μῆνας ὑπὸ πολεμίων διώκεσθαι, ἢ θάνατον ἐπὶ τρεῖς ἡμέρας ἐνσκῆψαί σου τῷ λαῷ. ὁ δέ στενά μοι πάντοθεν” ἔφη, “ἀλλὰ βέλτιόν μοι εἰς τὰς χεῖρας τοῦ θεοῦ ἐμπεσεῖν. καὶ ἐπῆλθε θάνατος τῷ λαῷ πρωίθεν ἴως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἐκ παντὸς τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ Δαβὶδ ἱκέτευε τὸν θεόν. καὶ ὁ ὀλοθρεύων ἄγγελος τὸν λαὸν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερουσαλήμ. εἶπεν οὖν ὁ βασιλεύς “ἐγὼ ἡμάρτηκα, κύριε, ὁ ποιμήν, τὰ δὲ ποίμνια ὁ λαὸς οὐχ ἡμάρτοσαν· ἐγώ εἰμι κολάσεως ἄξιος καὶ οὐχ οὗτοι.’ δυσωπηθεὶς δὲ τὴν τοῦ βασιλέως κατάνυξιν ὁ θεὸς ἔπαυσε τὴν φθοράν, καὶ διὰ τοῦ προφήτου Γὰδ ἐν τῇ ἅλωνι τοῦ Ἰεβουσαίου Ὀρνὰ θυσιαστήριον ἐκέλευσε πήξασθαι καὶ θῦσαι ἐκεῖ. καὶ ἐποίησεν οὕτως Δαβίδ, ὠνησάμενος τὴν ἄλω ἐκ τοῦ Ὀρνᾶ. ὡς δὲ Ἰώσηπος ἔγραψεν, ἐν ἐκείνῳ τῷ τόπῳ λέγεται ἀγαγεῖν Ἀβραὰμ τὸν Ἰσαὰκ ὥστε ὁλοκαυτῶσαι αὐτόν. ἠβούλετο δὲ καὶ ναὸν οἰκοδομῆσαι Δαβὶδ ἐκεῖ τῷ θεῷ, ἀλλ’ ἀπείρχθη πρὸς θεοῦ. Πρεσβύτης δὲ σφόδρα γενόμενος ὁ Δαβὶδ δύσριγος ὑπὸ τοῦ γήρως ἐτύγχανε. διὸ νεάνιδα ἐξελέξαντο· Ἀβισὰκ ὄνομα αὐτῇ· καὶ ἢν ἡ κόρη συγκοιταζομένη τῷ βασιλεῖ καὶ θάλπουσα αὐτόν. καὶ οὐκ ἔγνω αὐτήν· ἀφροδισιάζειν γὰρ διὰ γῆρας οὐκ ἠδύνατο. Ἀδωνίας δὲ τέταρτος ὢν ἐν τοῖς τοῦ βασιλέως υἱοῖς, ὡραῖος πάνυ, ὁρῶν τὸν πατέρα γεγηρακόκα, τῆς βασιλείας ἀντεποιεῖτο, συναντιλαμβανομένου αὐτῷ Ἰωὰβ τοῦ ἀρχιστρατήγου καὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. καί ποτε θυσίαν δαψιλῆ παρασκευασάμενος τοὺς ἀδελφοὺς συνεκάλεσε καὶ τοὺς προέχοντας τῆς Ἰούδα φυλῆς καὶ Ἀβιάθαρ καὶ Ἰωάβ· Σολομῶντα δὲ καὶ τὸν προφήτην Νάθαν καὶ Βαναίαν τὸν ἄρχοντα τῶν σωματοφυλάκων οὐ κέκληκεν. εἶπεν οὖν πρὸς Βηρσαβεὲ Νάθαν “ἀκήκοας ὅτι ἐβασίλευσεν Ἀδωνίας;” ἡ δὲ πρὸς τὸν βασιλέα εἰσελθοῦσα “σὺ ὤμοσας” εἶπε, “κύριέ μου βασιλεῦ, ὡς Σολομὼν ὁ υἱός σου βασιλεύσει μετὰ σέ, καὶ ἰδοὺ ἐβασίλευσεν Ἀδωνίας, σὺ δὲ ἠγνόηκας.” ἔτι ταῦτα λεγούσης Βηρσαβεέ καὶ ὁ προφήτης Νάθαν εἰσελθὼν ἠρώτα τὸν βασιλέα εἰ κατὰ γνώμην αὐτοῦ βεβασίλευκεν Ἀδωνίας. ὁ δὲ τὸν θεὸν ὤμοσεν ὡς ‘‘σήμερον βασιλεὺς ἔσται ὁ Σολομών.” καλέσας δὲ τὸν ἀρχιερέα Σαδὼκ καὶ Βαναίαν κελεύει συμπαρειληφότας τόν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ὁπλίτας ἀναθέσθαι τὸν Σολομῶντα ἐπὶ τὴν τοῦ βασιλέως ἡμίονον, καὶ ἀπαγαγόντας ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν τὴν καλουμένην Σιῶν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ, καὶ βασιλέα ἀναγορεῦσαι σαλπίζοντας ἐν τοῖς κέρασι, καὶ διὰ μέσης τῆς πόλεως παραπέμψαι αὐτόν. οἱ δὲ αὐτίκα καθὼς ἐνετάλθησαν πεποιήκασι· καὶ διεβοήθη πανταχοῦ ἡ τοῦ Σολομῶντας ἀνάρρησις. ὡς δ᾿ ἐγνώσθη καὶ τῷ Αδωνίᾳ καὶ τοῖς συνευωχουμένοις αὐτῷ, οἱ μὲν ἄλλοι πρὸς ἑαυτοὺς ἀπῆλθον, Ἀδωνίας δὲ μᾶλλον δεδιὼς τῷ θυσιαστηρίῳ προσπέφευγε καὶ πίστεις τῆς σωτηρίας ᾔτει παρὰ τοῦ Σολομῶντος. ὁ δὲ τῆς μὲν τότε ἁμαρτίας ἀφῆκεν αὐτόν, “εἰ δ’ εἰσαῦθις ἔφη “κακόν τι ποιῶν εὑρεθῇ, θανατωθήσεται.” Ὁρῶν δὲ Δαβὶδ ἐγγίζοντά οἱ τὸν θάνατον, προσκαλεῖται τὸν Σολομῶντα καὶ ἐντέλλεται αὐτῷ φυλάττειν τὰς τοῦ θεοῦ ἐντολὰς καὶ κατὰ τοὺς νόμους αὐτοῦ πολιτεύεσθαι, ‘‘ἵνα τὸ σπέρμα ἡμῶν φησι, ‘‘καθὼς ἐπηγγείλατό μοι ὁ κύριος, ἕως τοῦ αἰῶνος εἴη ἐπὶ τοῦ θρόνου μου.” καὶ προστίθησι μὴ ἐᾶσαι τὸν Ἰωὰβ ἀτιμώρητον, ἀνελόντα τὸν Ἀβεννὴρ καὶ τὸν Ἀμεσίαν μηδὲ μέντοι τὸν Σεμεεί, ὃς αὐτῷ κατηράσατο φεύγοντι. καὶ ἄλλα αὐτῷ ἐντειλάμενος, καὶ ναὸν ἐπισκήψας οἰκοδομήσαι κυρίῳ, καὶ τὴν διαγραφὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ παρέσχεν αὐτῷ, καὶ πρὸς τὸ ἔργον λόγοις διήγειρε καὶ αὐτὸν καὶ τοὺς ἄρχοντας καὶ τὴν φυλὴν Λευὶ, πολλὰ φήσας καταλιπεῖν εἰς τὴν κατασκευὴν τοῦ ναοῦ, τάλαντα μὲν χρυσοῦ μύρια, μυριάδας δὲ ταλάντων ἀργύρου δέκα, σμάραγδόν τε καὶ ἄλλους λίθους πολυτελεῖς, χαλκὸν δὲ καὶ σίδηρον ἀριθμὸν ὑπερβαίνοντα, καὶ ὕλην ἑτέραν ἄφθονον· καὶ νῦν δὲ προστιθέναι τοῖς ἤδη συνειλεγμένοις χρυσοῦ καθαροῦ τρισχίλια τάλαντα εἰς τὸ ἄδυτον, καὶ μυρίους στατῆρας, ἀργύρου δὲ μύρια τάλαντα. καὶ εἴ τινι δὲ λίθος ἦν τῶν τιμίων, ἐκόμισεν ἕκαστος καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς. μετ’ ὀλίγον δὲ ἐτελεύτησεν ὁ Δαβίδ, βιώσας ἑβδομήκοντα, βασιλεύσας ἐν Χεβρὼν μὲν ἔτη ἑπτά, ἐν Ἱερουσαλὴμ δὲ τρία πρὸς τριάκοντα, ἀνὴρ πᾶσαν ἀρετὴν κατωρθωκὼς προσήκουσαν βασιλεῖ. ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολομὼν ἐν Ἱεροσολύμοις βασιλικῶς, καὶ πλοῦτον ἄφθονον αὐτῷ συνεκήδευσεν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
