Ancient Greek
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.9.1
Not analysed yet
Ἠρξατο δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας αὐτοῦ, μετὰ ἔτη τῆς ἐξ Αἰγύπτου ὑποχωρήσεως τοῦ λαοῦ τετρακόσια τεσσαράκοντα. περὶ δὲ τῶν μέτρων τοῦ ὕψους αὐτοῦ καὶ τοῦ μήκους καὶ τῆς τούτου κατασκευῆς οὐχ ὁμοφωνοῦσιν ἥ τε τρίτη τῶν Βασιλειῶν καὶ Ἰώσηπος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Ἀρχαιολογίας περὶ τοῦ ναοῦ συγγραφόμενος, ἀλλ’ ἐν τοῖς πλείοσι διαφέρονται. ᾧ δέ τὰ περὶ τῆς διαφοράς πρὸς βουλῆς ἀκριβώσασθαι, καὶ περὶ τῶν δύο Χερουβὶμ ἆ χρυσοῦ ποιήσας κατὰ τὸ ἄδυτον ἔστησε, καὶ περὶ τῆς κιβωτοῦ καὶ τῆς χαλκῆς θαλάσσης καὶ τῶν λουτήρων, καὶ πηλίκον ἦν τὸ χάλκεον θυσιαστήριον, οἵα δ᾿ ἡ τράπεζα ἡ χρυσῆ, καὶ ὅσα σκεύη ἀργύρεα τε καὶ χρύσεα Σολομὼν ἀνέθετο τῷ ναῷ, καὶ περὶ τῶν ἄλλων, ἡ τρίτη τῶν Βασιλειῶν βίβλος καὶ ἀρχαιολογῶν ὁ Ἰώσηπος ἀρκέσουσι παραστήσασθαι τὴν ἐφ’ ἑκάστῳ ἀκρίβειαν. ἐν ἔτεσι δὲ ἑπτὰ συντελέσας ὁ βασιλεὺς τόν τε ναὸν καὶ ὅσα περὶ ἐκεῖνον συνεκάλεσε τὸν λαὸν εἰς Ἱεροσόλυμα. καὶ ἄραντες τὴν κιβωτὸν οἶ ἱερεῖς καὶ τὴν σκηνὴν ἣν ἐπήξατο Μωυσῆς καὶ τὰ ἐν ταῖς θυσίαις ὑπηρετούμενα σκεύη πρὸς τὸν ναὸν μετεκόμιζον, τοῦ βασιλέως προάγοντος καὶ τοῦ πλήθους παντός, καὶ τῶν Λευιτῶν σπενδόντων καὶ θυμιώντων. καὶ κατετέθη ἡ κιβωτὸς εἰς τὸ ἄδυτον μεταξὺ τῶν δύο Χερουβίμ, τὰς δύο λιθίνας πλάκας ἔχουσα ἔνδοθεν. ἐξελθόντων δ’ ἐκ τοῦ ἀδύτου τῶν ἱερέων, δόξης κυρίου ὁ οἶκος ἐπέπληστο καὶ νεφέλη τὸν ναὸν ὅλον περιεκέχυτο· ἐξ ἧς ἐπιδημῆσαι τῷ ναῷ τὸν θεὸν ἐφαντάζοντο σκηνώσαντα ἐν αὐτῷ. ὁ δὲ βασιλεὺς ἡσθεὶς ἐπὶ τούτοις εὐχαριστίαν τε πρὸς τὸν θεὸν ἐποιήσατο καὶ τόν λαὸν εὐλόγησε καὶ ἱκέτευσεν ἐπήκοον γίνεσθαι τὸ θεῖον πᾶσι τοῖς ἐν αὐτῷ εὐχομένοις. εἶτα τῷ βωμῷ θυσίας προσήγαγε. καὶ ὁ θεὸς δεικνὺς ὡς εὐμενῶς αὐτὰς προσεδέξατο, πῦρ ἐκλάμψαι δι’ ἀέρος πεποίηκεν ἐπενεχθῆναί τε τῷ βωμῷ καὶ τὴν θυσίαν ἅπασαν καταδαίσασθαι. ταῦθ’ ὁ λαὸς ἰδὼν εὐλόγησε τὸν θεόν, καὶ ὁ βασιλεὺς ηὐχαρίστησε, καὶ πολυτελῶς ἑορτάσαντες τὸν σύλλογον διελύσαντο. ὄνειρος δὲ γεγονὼς τῷ βασιλεῖ ἐπακοῦσαι τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐδήλου, καὶ τὸν ναόν τε συντηρηθῆναι καὶ αὐτὸν εἰς ἄκρον εὐδαιμονίας ἀναχθῆναι, καὶ τῆς χώρας ἄρξειν τοὺς ἐξ αὐτοῦ, εἰ αὐτός τε κἀκεῖνοι καὶ ὁ λαὸς τὰ θεῖα μὴ παραβαῖεν ἐντάλματα· εἰ δ’ οὔ, πρόρριζον ἐκκόψειν ἠπείλει τὸ γένος αὐτοῦ, καὶ τὸν λαὸν δουλείᾳ καὶ κακώσεσι μυρίαις ὑποβαλεῖν, καὶ τὸν ναὸν παραδώσειν εἰς ἐμπρησμὸν καὶ διαρπαγήν, καὶ τὴν πόλιν εἶς κατασκαφήν τε καὶ προνομήν. οὕτω μὲν οὑν τὰ τοῦ ναοῦ τῷ Σολομῶντι τετέλεστο· μετὰ δὲ ταῦτα βασίλεια ἑαυτῷ ᾠκοδόμησε πολυτελῆ καὶ λαμπρά, καὶ τὰ τῶν Ἱεροσολύμων δὲ τείχη προσεπεσκεύασε, καὶ πόλεις ἄλλας προσῳκοδόμησε, καὶ τοὺς ἐν τῷ Λιβάνῳ ὄρει τῶν Χαναναίων ὑφ’ ἑαυτὸν ποιησάμενος, μὴ πρὶν ὑποταγέντας, ὑποφόρους κατέστησε. σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις Χειρὰμ ὁ τῶν Τυρίων βασιλεὺς αὐτῷ πέπομφεν, ἀξιῶν σαφηνίσαι αὐτά· καὶ πάντα διέλυσε καὶ τὸν νοῦν ἐκείνων δεδήλωκε. μεμνῆσθαι τούτων ἱστορεῖ ὁ Ἰώσηπος καὶ συγγραφεῖς ἀρχαίους, τόν τε Δῖον καὶ πρὸς τούτῳ τὸν Μένανδρον. διαβοηθείσης δὲ πανταχοῦ τῆς σοφίας τοῦ Σολομῶντος καὶ τῆς φρονήσεως, βασίλισσά τις Αἰγύπτου καὶ Αἰθιόπων σοφίαν φιλοῦσα καὶ ζητοῦσα εἰς Ἱεροσόλυμα παραγέγονε. καὶ ὁ βασιλεὺς φιλοτίμως αὐτὴν προσεδέξατο, καὶ τὰ σοφίσματα ἆ προετίθει ἐκείνη ῥᾳδίως ἐπέλυεν, ὡς ἐκπλήττεσθαι τὴν βασίλισσαν καὶ πλέον λέγειν τῶν ἠκουσμένων ὁρᾶν. ἐθαύμαζε δὲ καὶ τὰ βασίλεια καὶ τῶν δείπνων τὴν πολυτέλειαν καὶ τὴν ὑπηρεσίαν ἅπασαν τήν βασίλειον καὶ τὰς ἐν τῷ ναῷ θυσίας καὶ τῶν θυόντων τὸ εὔτακτον. ἐδωρήσατο δὲ τὸν βασιλέα χρυσίῳ καὶ λίθοις τῶν πολυτίμων καὶ ἀμυθήτοις ἀρώμασι καὶ βαλσάμου ῥίζαις, ὡς ἐξ ἐκείνης ἐν Παλαιστίνῃ φυῆναι τὸ βάλσαμον. καὶ Σολομὼν δὲ πολλοῖς ἀγαθοῖς τὴν βασίλισσαν ἀντημείψατο. καὶ ἡ μὲν εἰς τὰ ἑαυτῆς ὑπενόστησεν·