Ancient Greek
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.13.1
Not analysed yet
Τὰ μὲν οὑν κατὰ τὴν Ἰουδὴθ ἐν τούτοις · ἐξῆς δ’ ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις Ἐνεμεσὰρ βασιλέως τῶν Ἀσσυρίων. ἦν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς ἔθυε τῷ θεῷ πορευ0́- μένος εἰς Ἰερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δε τῷ ’Ενεμεσὰρ ἔντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλή, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἐνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ἄνναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο. ’Eνεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν Ἀσσυρίων, καὶ κατὰ τῆς Ἰουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ἧτταν ἀποκτιννύντος πλείστους τῶν Ἰσραηλιτῶν, ἔθαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ἔφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. οὔπω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες ἔφυγον, ἕτερος δὲ παῖς ἐκείνου ὁ Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ὃς συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, Ἀχιάχαρ καλοῦ μένον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, ἣν καθ’ ἑπτὰ ἑβδομάδας ἑώρταζον Ἰουδαῖοι, ἄριστον ἡτοίμαστο τῷ Τωβὶτ δα- ψιλές. λέγει οὖν τῷ υἱῷ αὐτοῦ Τωβίᾳ “πορεύθητι, τέκνον, καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης ἡμῖν.” ὁ δὲ πορευθεὶς ἀνέστρεψε λέγων ‘‘εἶς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ. καὶ ὁ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου ἔθαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οἷα κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλ’ ἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ὣν λευκώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο ὁ Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, καὶ· ἐπ’ αὐτῷ προσειληφυῖα καὶ ἔριφον, ἧκε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος εἴη. ἡ δέ δῶρον εἶπέ “μοι δέδοται ἐπὶ τῷ μισθῷ.” καὶ ὃς ἐνέκειτο λέγων “εἰ κλοπιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ. περιαλγήσασα δὲ ἡ γυνὴ καὶ οἱονεὶ τὸν ἄνδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσα “ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἔφη. καὶ ὁ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ᾔτει τὸν θεὸν ἀπαλλαγῆναι τοῦ ζῆν. Καὶ κατ’ αὐτὴν τὴν ἡμέραν ἐν Ἐκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγατέρα ‘Ραγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς ἄνδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον γάρ τι ’Ασμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. ἡ δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλ’ ἔνα μὴ πένθος καὶ ὄνειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰτουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν ἢ οἰκτειρηθῆναι καὶ οὕτως αὖθις τὸ ὄνειδος ἐκφυγεῖν. Εἰσηκούσθη οὖν ἡ προσευχὴ καὶ ἀμφοῖν, καὶ ἀπεστάλη πρὸς τοῦ θεοῦ ‘Ραφαὴλ ὁ ἀρχάγγελος ἰάσασθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβία μνηστεύσασθαι, καὶ δῆσαι τὸν Ἀσμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ὥστε μή τι κακὸν τῷ Τωβίᾳ ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ ὁ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος ἴφη αὐτῷ ‘δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας· πορευθεὶς οὖν λάβε ταῦτα. καὶ ἔδωκεν αὐτῷ τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι ἄνθρωπον ὃς μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζητῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ Ῥαφαὴλ ἐν εἴδει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ εἰδέναι τὴν ὁδὸν καὶ τὸν οἶκον τοῦ Γαμαὴλ καὶ σὺν αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς ἄνθρωπον Ἀζαρίαν καλούμενον ἀπῄει. καὶ ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. ὁ δὲ ἄγγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύσατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμηθῆναι εἶπε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρδίαν αὐτοῦ καὶ τὸ ἧπαρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς.