# Epitome historiarum (lib. 1‑18) 3.15.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/3.15.1

Τὸ μὲν οὑν σύμπαν τῶν Ἑβραίων ἔθνος, ὡς ἤδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν Ἀσσυρίων γενόμενον μετῳκίσθη, καὶ ἔρημος ἡ ‘Ιερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μηδῶν τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, οὓς ὁ προφήτης Ἱερεμίας προανεφώνησεν. οὐκ ἄκαιρον δ’ ἂν εἴη καὶ τῆς τῶν Ἀσσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μηδῶν καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ἔχει δὲ οὕτως. Βασιλείαι καθ’ ἑαυτὰς ἦσαν ἡ τῶν Μηδῶν καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν ἦρχεν ὁ Ἀστυάγης, ὁ Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ’ οὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὃς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνεγράψατο. ἦν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ’ ἣν τά τε βασίλεια σφίσι καὶ τὰ ἄλλα ἀρχεῖα πεποίνητο, ὧν τὰ ὤνια καὶ οἶ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ἔνα μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ἓν παισίν, ἄλλο δ’ ἐφήβοις ἀφώριστο, τελείοις δ’ ἀνδράσι τὸ ἕτερον, τοῖς δ’ ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ἔτη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ἕκαστοι. τοὺς δ’ ἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς ὅπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων οὗτοι δὲ οὔτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, οὔτ’ ἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. ἦσαν δ’ ἑκάστοις ἄρχοντες δώδεκα· εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ ὕβρεως καὶ ἄλλων τινῶν. οὓς δ’ ἂν ἔγνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ οὓς δ’ ἂν εὕρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ὅτε τραφήσεσθαι ἔμελλον οἶ παῖδες, παρὰ τῷ διδασκάλῳ ἦσαν σιτούμενοι, ἄρτον φέροντες οἴκοθεν καὶ κάρδαμον ὄψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου ὕδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ἒξ ἐτῶν ἢ ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ἔπραττον) ἐκ τούτου δ’ εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ἔτη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι κεχρῆσθαι ὅπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ὅταν δ’ ἐπὶ θήραν ἐξῄει ὁ βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ὅτι συγγενὴς αὐτοῖς ἐδόκει αὕτη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ εἴθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες ἄριστον πλεῖον μὲν τῶν παίδων, τἄλλα δὲ ὅμοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν ἢ θηρὸς ἕνεκα ἐπιμεῖναι ἢ ἄλλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ οὑν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο ἄμφω. τοῦτο δ’ ἐποίουν ἴνα κἂν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ὄψον δὲ εἶχον ὃ ἂν ἐθήρασαν, εἰ δ’ οὔ, τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς ἄλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος ἢ τάχους ἔργα δημόσια. ἐπειδὰν δ ἐπὶ τούτοις οἱ ἔφηβοι δέκα ἔτη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ἄνδρας, καὶ ἔκτοτε πέντε καὶ εἴκοσιν οὕτω διῆγον ἐνιαυτούς. καὶ εἰ ἔδει στρατεύεσθαι, τόξα μὲν οὐκέτι ἔχοντες οὐδὲ παλτὰ ἐστρατεύοντο, τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν ἢ κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαί ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσι διετέλεσαν ἔτη, ἦσαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν ἢ πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, μένοντες δ’ οἴκοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ’ ἐκεῖνοι ἔκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ἤν τις ἢ ἐν ἐφήβοις ἢ ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἶ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ’ ἐκκριθεὶς ἄτιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ὦφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα ἢ κοιλίας ποιούμενον ἔκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον. Ταῦτα μὲν τὰ ἰθὴ τῶν Περσῶν καὶ τὰ νόμιμα

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
