# Epitome historiarum (lib. 1‑18) 3.3.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/3.3.1

Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαίων ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ὅραμα, ὅτε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ ὕπατοι καὶ οἱ δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, ἄλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, ἄλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν σιχόνοιαν ἔστιν οὑ ῥέπειν ἐπὶ τὸ χείρον’ καὶ ἀσθενέστερον. σιδήρῳ μὲν οὖν ἄν τις εἰκονίσαι τὴν σύγκλητονW κλῆτον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ’ ἂν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ὂν τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς ὅθεν τὸ ὄστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. εἴωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα δέ τις εὑρήσει πλειστάκις τῇ Ῥωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα. Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ’ ἂν ἴσως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ὅτε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο Ῥωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσ’ ἔπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην ἄν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν Ῥωμαίων διχόνοιαν. ὅ τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς ἄλλους, οἳ τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αὖθις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αὔγουστος καὶ ὁ Ἀντώνιος συνεκρότησαν, εἶτ᾿ αὖθις ἄμφω πρὸς ἀλλήλους οὗτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς Ρωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ’ ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ἴδοι τις ἄν. Εἰ δέ τις πρὸς τὰς ὕστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν Ῥωμαίων ἀρχήν, πῆ̣ δ᾿ ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυπῖαν ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας. Τὰ μὲν οὖν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, ἣν ὁ λίθος εἰκόνιζεν ὃς ἄνευ χειρῶν ἐτμήθη καὶ τὰς ὕλας ἐλέπτυνεν ἐξ ὧν συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν ἅπασαν, ἣν εἰς τοὺς αἰῶνας ὁ προφήτης εἴρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια εἴη ἂν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· ὅτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ εἴωθεν ἡ γραφὴ καλεῖν τὸν Χριστόν. ὅ τε γὰρ Δαβίδ “λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες” ἔφη, “οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,” καὶ ὁ Ἠσαίας ἐκ προσώπου φησὶ τοῦ θεοῦ ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον.” καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ’ ᾧ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ἔγραψε. κᾶέ πάλιν λέγει “θεμέλιον ἕτερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.’ κᾶέ αὖθις ἑτέρωθι “ ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.” καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ ἂν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύ- ριος. τὸ δ᾿ ἄνευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ἄνευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ὄρος μὲν γὰρ ἡ του Ἰούδα νομισθείη φυλή, ἐξ ἦς ὁ Δαβίδ· λίθος δὲ ὁ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ἄνευ δὲ χειρῶν, ὅτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ’ ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ὃς μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότη- τος, προιὼν δὲ τὴν οἰκουμένην πάσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ἔτι μᾶλλον πληρώσει κατὰ τὴν μέλλουσαν αὐτοῦ ἐπιφάνειαν. Ο μὲν οὖν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον ἔπεσε καὶ τῶ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν ἅπασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ’ ἐκείνου θρησκευομένῳ θεῷ. ἔφη γάρ ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια.” δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν ἄρχοντα, καὶ αλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
