# Epitome historiarum (lib. 1‑18) 4.11.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/4.11.1

Ἤδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς ὁ Ἀλέξανδρος ἐπὶ Δαρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ' ἐν ὄψει ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, καὶ νὺξ ἦν, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κάτε λάμπον, καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμενίων καὶ ἄλλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον Ἀλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις· μὴ γὰρ ἂν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. ὁ δέ “οὐ κλέπτω τὴν νίκην” εἶπε· τῇ δ’ ἐπιούσῃ τῆς μάχης συγκροτηθείσης, ὡς μέν τινές φασιν, ἐν Ἀρβήλοις, ὡς δ ἕτεροι, ἐν Γαυδαμήλοις, οἱ βάρβαροι ἐν ἔκλιναν, καὶ ἦν αὐτῶν διωγμός. Ἀλέξανδρος δὲ πόρρωθεν τὸν Δαρεῖον ἰδὼν ἐφ’ ἅρματος ὑψηλοῦ, ἱππόταις πλείστοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ὥστε τούτοις συνταράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. πολλῶν δὲ πεσόντων τοῦ Δαρείου ἐνώπιον, ὡς οὐκ ἦν ἐξελάσαι τὸ ἅρμα τοῖς πτώμασι συνεχόμενον, τούτου μὲν ἀπέβη Δαρεῖος, θήλειαν δ’ ἵππον ἀναβεβηκὼς ἔφυγεν. ἑάλω δ’ ἄν, εἰ μὴ Παρμενίων τὸν Ἀλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ κατ’ αὐτὸν κέρατι πονουμένῳ. Ἡ μὲν ουν νίκη λαμπρὰ τῷ Ἀλεξάνδρῳ προσγέγονεν, ἡ δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, Ἀλέξανδρος δὲ τῆς Ἀσίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ᾿ αὐτῷ ἡ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια εὕρηκε καὶ ἄλλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομίσματος εὗρε πλῆθος ὅσον ἐν Σούσοις. τὸν ἄλλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ἔτι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τόν πραγμάτων αὐξομένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ἔμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ᾿ ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφάν βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως ἔφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. ὕστερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ὅτε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ὤτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς ἄψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον. Ἐξελαύνων δ᾿ ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ᾿ ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείο- νᾶς διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν. ὅτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς ὕδωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ἔπιεν, ἀλλ’ ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς εἰ ἐγῶ πίομαι μόνος, ἀθυμήσουσιν οὗτοι.” ἐμβαλὼν δὲ ἤδη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο καταλήψεσθαι. ὁ δ' ἔκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ἤδη ἐκλείπων. αἰτήσας δὲ ὕδωρ καὶ πιὼν εἶπε πρὸς τὸν δόντα Πολύστρατον “τοῦτό μοι πέρας δυστυχίας ἀπάσης, ὅτι εὖ παθὼν ἀμείψασθαί σε οὐ δύναμαι· Ἀλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα ναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας.” καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῶ θανόντι Ἀλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περιέστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ὃς ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, εἶτα μεθεῖναι τὰ δένδρα καὶ οὕτω διασπασθῆναι τὸν ἄνθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς Ὑρκανίαν δὲ ἀπιὼν περὶ τὸ Ὑρκάνιον πέλαγος, ὃ καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ἵππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ἐκόμισαν ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
