# Epitome historiarum (lib. 1‑18) 4.16.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/4.16.1

Θανόντος δὲ Ἀλεξάνδρου εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία διῄρητο, καὶ τῆς μὲν Ἀσίας Ἀντί- Cap. 16. Iosephi Ant. 12, 1 et 2. ἕτεροι p. 310, 7: Epiphanius de mensuris et ponderibus νοί. 2, ρ. 161 ed. Patan., et alii. γόνος ἦρξε, τῶν δὲ λοιπόν οἶ προγεγραμμένοι. τούτων δὲ πρὸς ἀλλήλους στασιαζόντων πόλεμοί τε συνεχεῖς ἦσαν καὶ ἐκακοῦντο αἱ πόλεις. ὁ δὲ Πτολεμαῖος ὁ Λάγου ὁ τῆς Αἰγύπτου βασιλεύων, ὃς καὶ σωτὴρ ἐχρημάτιζε, τῇ τε Συρίᾳ τἀναντία τῇ ἐπικλήσει αὐτοῦ γέγονε, καὶ τὰ Ἰεροσόλυμα δόλῳ κατέσχεν. είσελθὼν γὰρ εἰς τὴν πόλιν σαββάτῳ ὡς θύσων, ἀπόνως ταύτης ἐκράτησεν οἱ γὰρ Ἰουδαῖοι μήτε τὴν διάνοιαν εἰδότες αὐτοῦ καὶ διὰ τὴν ἡμέραν ἐν ἀργίᾳ ὄντες, οὐκ ἀντέστησαν. κρατήσας δ’ οὕτω τοῦ ἔθνους πικρότατα ἦρχε, καὶ πολλοὺς λαβὼν αἰχμαλώτους εἰς Αἴγυπτον ἀπήγαγε καὶ κατῴκισε. τοῖς δ’ ἐν Ἱεροσολύμοις στάσεις πρὸς τοὺς Σαμαρείτας ἐγένοντο, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρ’ αὐτοῖς ἱερὸν καλούντων ἄγιον καὶ τὰς θυσίας ἐν αὐτῷ γίνεσθαι δεῖν λεγόντων, τῶν δὲ Σικιμιτῶν τὸν ἐν τῷ Γαριζὶν ὄρει σεμνυνόντων ναόν. Τεσσαράκοντα δ’ ἔτη τοῦ Λάγου Πτολεμαίου βασιλεύσαντος τῆς Αἰγύπτου καὶ τελευτήσαντος ὁ παῖς αὐτοῦ Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. ὃς τάς τε γραφὰς τὰς Ἑβραικὰς ἐκ τῆς πατρίου γλώττης εἰς Ἑλλάδα μεταβληθῆναι διάλεκτον ἔσπευσε, καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἠλευθέρωσε. συλλογὴν γὰρ βιβλίων ποιήσασθαι βουληθεὶς καὶ περὶ ταύτην φιλοτιμούμενος, τὸν Φαληρέα Δημήτριον ἐπὶ τῶν βιβλιοθηκῶν εἶχε. καί ποτε τοῦ Πτολεμαίου τὸν Δημήτριον ἐρωτήσαντος πόσας ἤδη ἔχει μυριάδας βιβλίων, περὶ εἴκοσιν εἶπεν εἶναι τὰ συνειλεγμένα ἐκεῖνος· εἶναι δὲ καὶ παρ’ Ἑβραίοις τόν παρ’ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια, καὶ δεῖν καὶ ταῦτα κτήσασθαι. γράφει τοίνυν ὁ βασιλεὺς τῷ ἀρχιερεῖ περὶ τούτων. Ἀρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ ‘‘τοὺς τῶν Ἰουδαίων νόμους” εἶπεν οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς ἂν τοῦτο διαπραξώμεθα, πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δούλων ὄντων ; ἀπόλυσον οὖν αὐτούς, βασιλεῦ, τῆς δουλείας, καὶ οὕτω πρόθυμον τὸ ἔθνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι.” ὁ γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ Ἀρισταίου πεισθεὶς ἐκέλευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας Ἰουδαίους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος ἕκαστον ἐκ τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν εἴκοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα. Γράφει γοῦν Πτολεμαῖος πρὸς Ἑλεάζαρ τὸν ἀρχιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως Ὀνίου ὁ παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ὃς καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ Ὀνίᾳ καλουμένῳ ὁ τοῦ Σίμωνος ἀδελφὸς Ἐλεάζαρ τὴν ἀρχιερωσύνην εἶχε. τούτῳ τοίνυν ὁ Πτολεμαῖος ἐπέστειλε, τήν τε τῶν δουλευόντων Ἰουδαίων ἐλευθερίαν καταγγέλλων καὶ τὴν εἰς τὸ ἔθνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ ἄνδρας ἕξ ἀφ’ ἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν Ἑλληνίδα φωνήν, ἔνα παρ’ ἐκείνων εἰς τὴν Ἑλλάδα γλῶτταν μεταβληθεῖεν αἶ παρ’ αὐτοῖς γραφαί. ἔστειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας πέντε καὶ τράπεζαν χρυσῆν. ὁ οὖν Ἐλεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομισάενος, ἐπελέξατο ἄνδρας ἐκ φυλῆς ἑκάστης ἔξ, καὶ πέπομφε φέροντας καὶ τὸν νόμον. ὧν εἰς Ἀλεξάνδρειαν παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμμένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα δῶρα προσκεκομικότων, ὁ βασιλεὺς ἥσθη διαφερόντως, καὶ ἠσπάσατο τοὺς ἄνδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύσεις αὐτοῖς ἡτοίμασε καλλίστας. εἶτα παραλαβὼν αὐτοὺς ὁ Δημήτριος, καὶ εἰς ἔνα οἶκον ἀπαγαγὼν ἤρεμον ἔργου ἔχεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ ἔργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεδμένου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ ἔχαιρεν ὅτι εἰς ἔργον ἤχθη τὸ αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς οὔτε τῶν ἱστορικῶν οὔτε τῶν ἄλλων σοφῶν αὐτῆς ἐπεμνήσθη. ἔφη δὲ αὐτῷ ὁ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι, καὶ ὅτι τινὲς ἐγχειρήσαντες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι ἑ βλάβη τὰς φρένας ἐφ’ ἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς ὅθεν αὐτῷ ἡ παραφροσύνη ἐγένετο, ἐν τοῖς διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· ὄναρ τε εἶδεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελήσαντι. ἀντὶ. ἀποσχόμενος οὖν τοῦ ἔργου κατέστη τὸν νοῦν. ‘ἀλλὰ καὶ Θεόδεκτος” εἶπεν “ὁ των τραγῳδιῶν ποιητής, θέλων ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βιβλῳ γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ὄμματα ἐπηρώθη· καὶ τὸ αἴτιον γνοὺς ἀπηλλάγη τῆς συμφορὰς, δεηθεὶς τοῦ θεοῦ.” λαβὼν οὖν τὰς βίβλους ὁ βασιλεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τό ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν ἀφῆκεν εἰς Ἱερουσαλήμ. Οὕτω μὲν τὴν ἑρμηνείαν τῶν Ἑβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν ὁ Ἰώσηπος· ἕτεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιήσασθαι τὴν παράφρασιν, ἀλλ’ ἀνὰ δύο διαιρεθῆναι αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις ὄντας ἐκθέσθαι τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείς ἃς ἀλλήλαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν ἅπασιν. Η μὲν οὑν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
