Ancient Greek · ~15 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.17.1
Not analysed yet
οὕτως ἢ ἐκείνως ἐγένετο. οἱ δὲ Ἰουδαῖοι, Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρός τὸν ἐκείνου υἱὸν τὸν Ἐπιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τοῦ δ' ἐπιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος πολεμούμενον προσέθετο τῷ Ἐπιφανεῖ. αὖθις δὲ τοῦ Ἀντιόχου νικήσαντος, κήσαντος, ἑκουσίως Ἰουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ ἔθνος ἐγένετο. εἶτα σπένδεται μὲν τῷ Πτολεμαίῳ Ἀντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτό Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Ἰουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως Ὀνίου. τὸν γὰρ Ἐλεάζαρ θανόντα ὁ θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ’ ὃν τῆς ἀρχιερωσύνης Ὀνίας ἠξίωτο Σίμωνος ὢν υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ Ἐλεάζαρ ἦν ἀδελφός, ὡς ἱστό- ρηται. Ὁ γοῦν εἰρημένος Ὀνίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ὃν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας οὖν ὁ Πτολεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος ἦν. Ἰωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ’ ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τόν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς παρασχὼν προέπεμψεν, ἕψεσθαι καὶ αὐτὸς ὑποσχόμενος. καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ Ἰωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ἄνδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ Ἰωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς Ἀλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον εἶναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ἔτυχε δὲ ὁ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ’ αὐτοῦ τοῦ Ἰωσήφ ξενισθείς. ὃς ἰδὼν αὐτόυ “οὗτος” ἔφη τῷ βασιλεῖ ‘‘περὶ οὗ σοι ἀπήγγειλα ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας.” καὶ ὁ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως “συγγίνωσκε” ἔλεγε διά τὸ γῆρας αὐτῷ ’τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν.” ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν Ἀλεξανδρείᾳ τοὐ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ἔτυχον γὰρ ἐλθόντες ἔνα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ’ ἔτος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν Ἰωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ Ἰουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ Ἰωσὴφ διπλασιονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, “δώσω” εἶπεν “ἀνθρώπους οἶς οὐκ ἀπιστήσετ.” καί‘ “τίνες οὗτοι” προσερομένου, “σέ” εἶπεν, “ὦ βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι.” γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εἴσπραξιν. λαβὼν οὖν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ ἐν Ἀσκάλωνι, ὡς οὐδἐν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ἔκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ἔπεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ,τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμως τὸν Ἰωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ἔστελλε δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ὅθεν ἐπὶ ἔτη δύο καὶ εἴκοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε. Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ἔσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ἔνα. ἦν δ αὕτη ἀδελφόπαις αὐτοῦ· ᾗπερ οὕτως συνῴκησε.