Ancient Greek · ~12 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.20.1
Not analysed yet
Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ ἄλλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παεανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. Ἀπολλώνιος δὲ ὁ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ Ἰούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῶ. ἅπερ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ᾿ ὑπ’ αὐτὸν ἔφυγον· ἐπιδιώξας δὲ ὁ Ἰούδας πολλοὺς αὐτῶν ἔκτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς ὁ Ἀντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν Ἰουδαίαν ἐκέλευσε καὶ τὸ ἔθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς ἔπεμψε μετὰ βαρείας δυνάμεως. Ἰούδας δὲ τὸ πλῆ- θος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς ἐλπίδας παρῄνει τοῖς μετ’ αὐτοῦ. καὶ δειπνήσας ἐσπέρας πυρά τε πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ Ἀντιόχου περὶ τὸν ὄρθρον · καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν ἥτταν τῶν ἐναντίων ἐπανελθὼν ὁ Ἰούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν ἄφθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ᾿ ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ Ἰούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς Ἀντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. ὅ γε μὴν Ἰούδας εἰς Ἱεροσόλυμα ἀναβὰς ὥστε τὸν ναὸν έκκαθᾶραι, καὶ ἔρημον αὐτὸν εὑρηκὼς καὶ ἔν τισι καταπεπρησμένον, ἐθρήνησε. καθαρὰς δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἔθηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθ’ ἣν ὁ ναὸς ἐμιάνθη καὶ ἡ θρησκεία ἐβεβηλώθη, τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ ἔκτοτε ἑορτάζουσιν οἱ Ἰουδαῖοι τὴν ἀνάκτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τειχίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ D πέριξ ἔθνη πολλοὺς Ἰουδαίων διέφθειρεν, ἐνεδρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς ὁ Ἰούδας ἠμύνετο καὶ ἀνέστελλεν. Ὁ δ’ Ἀντίοχος μαθὼν πόλιν εἶναι ἐν τῇ Πέρσιδι πλούτῳ κομῶσαν Ἐλυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ὥρμησεν ἐπ’ αὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπ’ ἐξελθόντων φεύγων ἧκεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέβαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ Ἀντιόχῳ ἀγγέλλεται ἡ τῶν στρατηγῶν ἧττα ἡ ὑπὸ Ἰουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε καὶ γνοὺς ὡς ἀποβιώσεται τοὺς ὑπ’ αὐτὸν συνεκάλεσε, καὶ πάσχειν οὕτως εἶπεν ὅτι τὸ τῶν Ἰουδαίων ἔθνος ἐκάκωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ἔνα καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύλιον, ἵνα ταύτα κομίσῃ τῷ υἱῷ Ἀντιόχῳ. ὁ δὲ Λυσίας θανόντα μαθὼν τὸν Ἀντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα.