# Epitome historiarum (lib. 1‑18) 4.21.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/4.21.1

Οἱ δ’ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς Ἰουδαίους ἀνιόντας εἰς τό ἱερὸν ἐπὶ τῷ θῦσαι. διὸ ἐξελεῖν ἔσπευδε τὴν φρουρὰν ὁ Ἰούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. ὃ μαθὼν ὁ παῖς Ἀντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρμησε κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ. Ἰούδας δὲ ἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. καὶ Ἐλεάζαρ ὁ τοῦ Ἰούδα ὁμαίμων ὁ καὶ Αὔραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γενόμενος ἔπληξεν αὐτὸν καὶ ἀπέκτεινεν. ὁ δ᾿ ἐπικα- τασεισθεὶς τῷ Ἐλεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος ἔφθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν ὁ Ἰούδας εἰς Ἱεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορκίαν παρεσκευάζετο. Ἀντίοχος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ἔνδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ὅν ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ Ἀντίοχος εἴασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ Ἀντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ὥστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς οὖν εἰς τὴν πόλιν Ἀντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ὅρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ οὕτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα Ὀνίαν ἐπαγόμενος, ὃς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς Ἰουδαίους βιάζεσθαι παραβῆναι τὰ ἔθη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αἴτιον. ὃν καὶ πέμψας εἰς Βέρροιαν τῆς Συρίας διέφθειρεν, ἔτη δέκα τῆς ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Ἄλκιμος, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο. ὁ δ’ Ἀντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ἔκτεινεν. ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως [Σίμωνος τοῦ υἷός Ὀνίας, ὃν παιδίον ὁ πατὴρ τελευτῶν, ὡς εἴρηται, καταλέλοιπεν, ὅτι τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν ὁ Ἀντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ Ἡλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν Ἱεροσολύμοις παρεμφερές. Δημήτριος δὲ φυγὼν ἐκ Ῥώμης ὁ Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε Ἀντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ ἄμφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ Ἀντιόχου βασιλεύσαντος. τούτῳ τῷ Δημητρίῳ ὁ ἀρχιερεὺς Ἄλκιμος προσελθών, καὶ τῶν Ἰουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν Ἰούδα τοῦ Μακκαβαίου καὶ τοῦ ἔθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. ὃς εἰς τὴν Ἰουδαίαν ἐλθὼν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ὅρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ὃς τῶν ὅρκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ οὕτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ᾿ ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως Ἀλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς Ἀντιόχειαν ἐπανῆλθε. Ἄλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ὧν οἱ πλείους ἐκ τῶν φυ- γάδων ἦσαν καὶ ἀσεβῶν, δι᾿ ὧν τοὺς τὰ Ἰούδα φρονοῦντας ἐκτίννυε· καὶ Ἰούδας δ᾿ ἑτέρωθεν τοὺς τὰ Ἀλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν Δημήτριον κατὰ τοῦ Ἰούδα ἠρέθιζε. πέμπει τοίνυν αὖθις ὁ βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ἔθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν Ἰούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν Ἰούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς Ἰουδαίους ἐκπη- δήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν Ἰούδας εἰς τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παρασῲη αὐτῷ τὸν Ἰούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ Ἰούδας τοῖς μετ’ αὐτοῦ χιλίοις οὖσι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἶ δὲ λοιποὶ ἔφευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ οὕτω πρὸς ὀλίγον Ἰουδαῖοι

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
