# Epitome historiarum (lib. 1‑18) 5.10.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/5.10.1

Ἀντίγονος μὲν οὖν οὕτω καταχθεὶς εἰς τὴν Ἰουδαίαν Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. φοβούμενος δὲ τὸν Ὑρκανὸν μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, ἀποτέμνει αὐτοῦ τὰ ὦτα, τοῦ νόμου τοὺς ἱερᾶσθαι μέλλοντας ὁλοκλήρους εἶναι κελεύοντος. Φασάηλος δὲ γνοὺς ἑαυτὸν μέλλοντα σφάττεσθαι, ἐπεὶ τὰς χεῖρας δεδέσμητο, πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἑαυτὸν μὲν ἐξήγαγε τοῦ βίου, τὴν δ᾿ ἐκ τοῦ κτεῖναι αὐτὸν ἡδονὴν ἐστέρησε τὸν πολέμιον. πρὸ δέ γε τοῦ πάνυ ἐκλιπεῖν ἀκούσας ὡς διέδρα τοὺς πολεμίους Ἡρώδης ὁ ἀδελφός, εὐθύμως ἀπέθανε, καταλιπὼν ἐκδικητὴν καὶ τῶν ἐχθρῶν τιμωρόν. Ἡρώδης δὲ πρὸς Μάλχον τὸν Ἀράβων ἔσπευδε βασιλέα, εὐεργετηθέντα πρόσθεν ὑπ’ αὐτοῦ, ὡς παρ’ αὐτοῦ ληψόμενος χρήματα εἰς λύτρον τοῦ ἀδελφοῦ· οὔπω γὰρ ἦν τὰ κατ’ ἐκεῖνον μαθών. ἀγγείλαντος δὲ τοῦ Μάλχου αὐτῷ διά τινων ἀναχωρεῖν, ὡς τῶν Παρθῶν παραγγειλάντων μὴ δέχεσθαι αὐτόν, ἀπεκρίνατο μηδὲν ἐνοχλήσων ἥκειν, διαλεξό- μένος δὲ περὶ τῶν ἀναγκαιοτάτων. καὶ ταῦτα εἰπὼν ἀπῄει ἐπ’ Αἴγυπτον, καὶ ἀπιὼν τὰ κατὰ τὸν ἀδελφὸν ἤκουσε. Μάλχῳ δὲ μετεμέλησε, καὶ ἔστειλε ἀναστρέψοντας τὸν Ἡρώδην ὁ δὲ πορρωτάτω ἦν. καὶ εἰς Αἴγυπτον καταχθεὶς κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος Ἀντωνίῳ φράζει τὰ αὐτό καὶ τῷ Φασαήλῳ συμβεβηκότα, καὶ ὡς Ἀντίγονος ὑπὸ Παρθῶν εἰς τὴν βασιλείαν εἰσήχθη χρημάτων ὑποσχέσει καὶ γυναικῶν καὶ τἄλλα ὅσα ἔδρασέ τε καὶ ἔπαθεν. Ἀντώνιον δὲ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς. καὶ Καῖσαρ δὲ διά τε ἄλλα καὶ χαριζόμενος Ἀντωνίῳ τοῦ Ἡρώδου ὑπεραλγοῦντι πρὸς συνεργίαν ἑτοιμότερος ἦν. παραστησάμενοι οὖν τῇ βουλῇ τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς αὐτοῦ διεξῄεσαν εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς Ῥωμαίους ἔλεγον εὔνοιαν· κατηγόρουν δὲ Ἀντιγόνου, καὶ πολέμιον ὠνόμαζον καὶ ἄλλοθεν μὲν καὶ ὅτι παρὰ Παρθῶν ἔλαβε τὴν ἀρχήν, τοὺς Ῥωμαίους ὑπεριδών. προσεπῆγε δὲ ὁ Ἀντώνιος ὅτι καὶ πρὸς τὸν κατὰ Παρθῶν πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν πᾶσι τοῦτο ψηφίζονται. Καὶ ὁ μὲν οὕτω τὴν βασιλείαν εἰλήφει, Ἀντίγονος δὲ τὴν Μασάδαν ἐπολιόρκει διόλου. οἱ δὲ ἐντὸς αὐτῆς ἐσπάνιζον ὕδατος, ὡς καὶ τὸν ἀδελφὸν Ἡρώδου τὸν Ἰωσὴφ ἀποδρᾶναι βουλεύεσθαι σὺν διακοσίοις πρὸς Ἄραβας· ἀλλ’ ἐπεσχέθη, γενομένου νυκτὸς ὑετοῦ. Βενδίδιος δὲ ὁ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν, εἰς Ἰουδαίαν παρέβαλεν, ὡς συμμαχήσων δῆθεν τοῖς πολιορκουμένοις, τὸ δ’ ὅλον ὡς παρὰ Ἀντιγόνου χρηματισόμενος. ὁ μὲν οὖν πληρώσας τὸ βούλημα ἀνεχώρησε, Σίλωνα δὲ μετὰ μέρους τῆς στρατιᾶς καταλέλοιπεν, ἵνα μὴ γένηται τὸ λῆμμα κατάφωρον. Ἡρώδης δὲ ἐκ τῆς Ἰταλίας εἰς Πτολεμαΐδα καταπεπλευκὼς ἤλαυνεν ἐπ’ Ἀντίγονον, δύναμιν ἀθροίσας. ἐλῶν δ’ ἐν τῷ μέσῳ τὴν Ἰόπην, ἔνα μηδὲν εἴη τοῖς ἐχθροῖς ἔρυμα, ἔσπευδεν εἰς Μασάδαν, τοὺς οἰκείους ῥυσόμενος· καὶ τούτους ἀναλαβὼν πρὸς τὰ Ἱεροσόλυμα ἐπορεύετο· συνῆν δὲ αὐτῷ καὶ τὸ μετὰ Σίλωνος στρατιωτικόν. καὶ ἐκτὸς ἐστρατοπεδεύσατο· οἱ δ’ ἐντὸς ἀπὸ τοῦ τείχους μαχόμενοι ἀνεῖργον αὐτοὺς ἀπὸ τῶν πύργων. καὶ ὁ Σίλων δὲ τῶν οἰκείων στρατιωτῶν τινας καταβοᾶν τοῦ Ἡρώδου ἐποίησε διὰ σπάνιν τῶν ἀναγκαίων, ἐκίνει τε τὸ στρατόπεδον ὡς ἀναχωρήσων. ταῦτα δ᾿ ἐΠοίει τὸν Ἀντίγονον διὰ τὴν δωροδοκίαν αἰδούμενος. Ἡρώδης δὲ ἠξίου μένειν αὐτόν, καὶ ἐξορμήσας πλῆθος ἐπιτηδείων ἐκόμισεν, ὥστε μηκέτι ὑπολιπεῖν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν. καὶ οἶ μὲν ἐν ἀφθόνοις ἦσαν, Ἡρώδης δὲ παραγενόμενος εἶς Σαμάρειαν ἐκεῖ τήν τε μητέρα καὶ τοὺς ἄλλους οἰκείους κατέθετο, αὐτὸς δὲ ἐπὶ Γαλιλαίαν ᾤχετο. καὶ προσάγεται πᾶσαν αὐτὴν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων. ἢν δὲ τὰ σπήλαια ἐν ὄρεσι πάντῃ ἐξερρωγόσι καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα. καὶ τούτων δὲ δυσχερῶς μέν, ἀλλ’ ὅμως ἐκράτησε. καταστήσας δὲ τὰ αὐτόθι ὁ βασιλεὺς εἰς Σαμάρειαν ὥρμησεν, ὡς μάχῃ κριθησόμενος πρός Ἀντίγονον. ἐν τούτοις δὲ Πακόρου πεσόντος ἐν πολέμῳ, καὶ τόν Παρθῶν τραπέντων ὑπὸ Ῥωμαίων, πέμπει τῷ Ἡρώδῃ βοηθὸν Μαχαιρᾶν σὺν στρατιᾷ ὁ Βενδίδιος. καὶ τούτω μὲν ὁ Ἡρώδης τὸν ἀδελφὸν Ἰωσὴφ καταλέλοιπεν, ἐντειλάμενος μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαίρᾳ διαφέρεσθαι, αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδε πολιορκοῦντα Σαμόσατα, πόλιν τῶν παρευφρατιδίων. ὡς δὲ ἤγγιζεν ὁ Ἡρώδης, πέμπει τὸ στράτευμα ὑπαντησόμενον αὐτῷ ὁ Ἀντώνιος, καὶ παρόντα ἠσπάζετο, καὶ Σοσσίῳ συμμαχεῖν αὐτῶ ἐνετέλλετο· καὶ ὃς τὸ κεκελευσμένον ἐπλήρου. Ἰωσὴφ δὲ ὁ ἀδελφὸς Ἡρώδου ἐπὶ Ἱεριχοῦντα σπεύδων περιπίπτει τοῖς Ἀντιγόνου, καὶ ἐν δυσχωρίαις ἀποληφθεὶς θνήσκει γενναίως μαχόμενος, καὶ ἅπαν ἀπέβαλε τὸ στράτευμα. Ἀντίγονος δὲ τὴν αὐτοῦ τεμὼν κεφαλὴν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἀποδίδωσι τὰ λάντων πεντήκοντα.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
