# Epitome historiarum (lib. 1‑18) 5.11.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/5.11.1

Ἀποστάντες δὲ οἱ Γαλιλαῖοι τοὺς τὰ Ἡρώδου C φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας ἐνεωτερίσθη πολλά. ἠγγέλη δὲ ταῦτα Ἡρώδῃ καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ ἐν Δάφνῃ τῆς Ἀντιοχείας. ἐπειγομένῳ οὖν, ὡς κατὰ Γαλιλαίαν ἐγένετο, συνήντησαν αὐτῷ οἱ πολέμιοι. καὶ ἡττηθέντες κατεκλείσθησαν εἰς τι χωρίον, ὁ δὲ ἔσπευδεν εἰς Ἱεριχοῦντα τιμωρήσασθαι θέλων αὐτοὺς διὰ τὸν ἀδελφόν. Ἀντίγονος δὲ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει, παρέχων τοῖς ἐναντίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. καὶ Ἡρώδης ἠλθεν ἐπὶ τὸν Πάππον, καὶ συμβαλὼν τοῖς πολεμίοις κρατεῖ, καὶ εἵπετο φεύγουσιν εἰς τὴν κώμην, κτείνων οὓς ἂν καταλάβοι. πεπληρωμένων δὲ τῶν οἰκιῶν ὁπλιτῶν, καὶ πολλῶν ἐπὶ τὰς στέγας ἀναφευνόντων, τοὺς ὀρόφους τῶν οἴκων καθαιρῶν ἐκράτει τούτων. καθαιρουμένων δὲ τῶν ὀρόφων ἔμπλεα ὡρῶντο τὰ κάτω στρατιωτῶν, οὓς λίθοις ἄνωθεν βάλλοντες ἔκτεινον. τοῦτο τὰ τῶν πολεμίων φρονήματα ἔθραυσε· καὶ ἧκεν ἂν εἰς Ἱεροσόλυμα ὁ Ἡρώδης μετὰ τῆς στρατιᾶς αὐτίκα καὶ τὸ πᾶν ἐξειργάσατο, εἰ μὴ χειμὼν ἐπέσχε βαθύς. τότε ὀψίας οὔσης ὁ βασιλεὺς Ἡρώδης εἴς τι δωμάτιον εἰσελθὼν περὶ λουτρὸν ἦν, καὶ ἀποδυσάμενος ἐλούετο, ἑνὸς αὐτῷ ὑπηρετουμένου παιδός. κατὰ δέ γε τὸ ἐνδότερον οἴκημα τῶν πολεμίων τινὲς συμπεφευγότες ὡπλισμένοι ἐκεῖ διὰ φόβον ἐκρύπτοντο. καὶ μεταξὺ λουομένου τοῦ βασιλέως εἶς τις ἐπεξέρχεται ξίφος ἔχων γυμνόν, καὶ μετ’ αὐτὸν ἄλλος καὶ αὖθις ἕτερος ὁμοίως ὡπλισμένοι, οὐδένα πλήξαντες ὑπὸ δέους, ἀγαπῶντες δὲ εἰ αὐτοὶ σωθεῖεν. τοιοῦτον ἔφυγε κίνδυνον ὁ Ἡρώδης. τῇ δὲ ὑστεραίᾳ τὴν τοῦ Πάππου τεμὼν κεφαλὴν ἤδη ἀνῃρημένου ἔπεμψε Φερώρᾳ τῷ ἀδελφῷ ἀντὶ τῆς κεφαλῆς Ἰωσήφ· οὗτος γὰρ ἦν ὁ Πάππος αὐτόχειρ ἐκείνου γενόμενος. Λήξαντος δὲ τοῦ χειμῶνος ἀφίκετο πρὸς Ἱεροσόλυμα καὶ στρατοπεδεύεται τῆς πόλεως ἔγγιστα· καὶ καταλιπὼν ἐκεῖ τοὺς τὰ πρὸς τὴν πολιορκίαν ἑτοιμάσοντας αὐτὸς εἰς Σαμάρειαν ᾤχετο, τῆ Ἀλεξάνδρου θυγατρὶ συνευνασθησόμενος, ἤδη κατεγγυηθείσῃ αὐτῷ, ὡς ἱστόρηται. μετὰ δὲ τοὺς γάμους ἀφίκετο ἐκ Σαμαρείας· ἧκε δὲ σὺν στρατιᾷ καὶ ὁ Σόσσιος. καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἠθροίζοντο, καὶ χώματα ἐγείραντες καὶ πολιορκητικὰς μηχανὰς προσάγοντες τὸ τεῖχος κατέσειον. καὶ οἱ ἐντὸς δὲ ἀπονοίᾳ μᾶλλον ἢ προνοίᾳ ἀντικαθίσταντο στρατηγούμενοι. ἀναβαίνουσι δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσιν, εἶτα ἑκατοντάρχαι Σοσσίου. ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα. ἁλόντος δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως, εἰς τὸ ἐντὸς ἱερὸν καὶ τὴν ἄνω πόλιν Ἰουδαῖοι συνέφυγον. ἑάλω δὲ καὶ ταῦτα, καὶ ἦν ἅπαντα φόνων μεστά. ὁ δ’ Ἀντίγονος, μήτε τῆς τότε τύχης μήτε τῆς πάλαι μεμνημένος, κάτεισιν ἐκ τῆς βάρεως καὶ προσπίπτει τοῖς Σοσσίου ποσί. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν καὶ ἐπεκρότησε καὶ Ἀντιγόνην ἐκάλεσε καὶ δήσας ἐφύλαττεν. ὡρμηκότων δὲ τῶν συμμάχων ἐπὶ θέαν τοῦ ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων, ὁ βασιλεὺς Ἡρώδης τοὺς μὲν παρακαλῶν, τοῖς δὲ ἀπειλῶν, ἐνίους δὲ καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἐκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, αὐτὸς τοὺς μισθοὺς διανεμεῖν ἑκάστοις οἴκοθεν ὑπισχνούμενος. καὶ οὕτω τὸ λοιπὸν περισώσας τῆς πόλεως τὰς ὑποσχέσεις ἐπλήρωσεν. αὐτῷ δὲ Σοσσίῳ βασιλικώτατα ἐδωρήσατο. ὃς ἀνέζευξεν ἐξ Ἱεροσολύμων τῷ Ἀντωνίῳ δεσμώτην ἄγων Ἀντίγονον. δείσας δ’ Ἡρώδης μὴ κομισθεὶς εἰς Ῥώμην Ἀντίγονος δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἑαυτὸν μὲν ἐκ βασιλέων ἀποδεικνύων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὡς, κἂν αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, προσῆκεν ἡ βασιλεία τοῖς αὐτοῦ παισί, πείθει χρήμασι πολλοῖς τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον. καὶ ὁ μὲν ἀνῄρητο, ἡ δὲ ἀρχὴ ἐκ τοῦ τῶν Ἀσαμωναίων γένους ἀφῄρητο, ἐπ’ ἔτεσιν ἑκατὸν καὶ εἴκοσι διαρκέσασα, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου, ἰδιωτικοῦ τυγχάνοντα γένους καὶ οἰκίας δημότιδος.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
