Ancient Greek
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.12.1
Not analysed yet
Οὕτω δὲ τῆς ὅλης Ἰουδαίας Ἡρώδης ἀναθέμενος τὴν ἀρχήν, τοὺς μὲν τὰ αὐτοῦ φρονοῦντας προσηγετο, τοὺς δ’ ἐναντιουμένους ἐκόλαζεν. ἐτίμα δὲ μάλιστα Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν τὸν τούτου μαθητήν· τῆς γὰρ πολιορκίας συνισταμένης συνεβούλευον οὗτοι δέξασθαι τὸν Ἡρώδην. ὁ δὲ Σαμαίας οὗτος, ὡς ἤδη ἔμπροσθεν εἴρηται, καὶ προεῖπεν Ὑρκανῷ τε καὶ τοῖς δικάζουσιν ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς μετελεύσεται. ἀπέκτεινε δὲ τῶν περὶ τὸν Ἀντίγονον τεσσαράκοντα τοὺς πρώτους καὶ τὰς αὐτῶν οὐσίας ἀφείλετο, πέρας τε κακόν ἦν οὐδέν. Ὑρκανὸς μέντοι παρὰ Πάρθοις αἰχμάλωτος ὢν ἐπιεικοῦς ἔτυχε τοῦ Παρθῶν βασιλέως Φραάτου, καὶ λυθεὶς τῶν δεσμῶν ἐν Βαβυλῶνι διάγειν παρεχωρήθη, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων, οἳ τὸν Ὑρκανὸν ὡς ἀρχιερέα καὶ βασιλέα ἐτίμων. μαθὼν δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν, διενοεῖτο μεταχωρῆσαι ταχωρῆσαι πρὸς αὐτόν, διά τε τὸ κῆδος καὶ μνησθήσεσθαι οἰηθεὶς αὐτὸν ὅτι κρινόμενον ἐπὶ φόνοις τοῦ κινδύνου ἐρρύσατο. οἱ δ’ ἐν Βαβυλῶνι Ἰουδαῖοι μένειν ἠξίουν αὐτόν, ὡς ἀρχιερέα καὶ βασιλέα τιμώμενον παρ’ αὐτῶν, καὶ ὅτι καὶ ἀπελθὼν τυχεῖν τῆς ἀρχιερωσύνης ἀδυνατεῖ, λελωβημένος τό σῶμα ὑπ’ Ἀντιγόνου. οἱ μὲν οὖν ἐκώλυον, ὁ δ’ οὐκ ἐπείθετο, αὐτός τε ποθῶν ἐπανελθεῖν καὶ παρὰ Ἡρώδου παρακαλούμενος. Ἡρώδης δὲ καὶ πρὸς Φραάτην πρεσβείαν ἐποιήσατο καὶ δῶρα ἔπεμψεν, ἀξιῶν μὴ κωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας. ἦν δὲ οὐχ ὑπὲρ Ὑρκανοῦ ἡ σπουδή, ἀλλ’ ὅτι μὴ κατ’ ἀξίαν ἠρχεν, ἐδεδοίκει τὰς ἐξ εὐλόγων μεταβολάς, ἔσπευδεν ἢ ἐκποδὼν θέσθαι τὸν Ὑρκανόν, ἡ τέως ἐν χερσὶν ἔχειν. ἐνδεδωκότος δὲ τοῦ Πάρθου τὴν ἀναχώρησιν, ἀπελθὼν Ὑρκανὸς διὰ πάσης ἤγετο τιμῆς πρὸς Ἡρώδου, πατήρ τε καλούμενος καὶ παρὰ τὰς ἑστιάσεις προκατακλινόμενος καὶ παντοίως ἐξαπατώμενος, ἔνα μὴ ἐπιβουλευόμενος αἴσθηται. Εὐλαβούμενος δ’ ὁ Ἡρώδης τῶν ἐπισήμων τινὰ ἀποδεῖξαι ἀρχιερέα, ἐκ Βαβυλῶνος μεταπεμψάμενος ἱερέα τῶν ἀσημοτέρων Ἀναὴλ ὄνομα, τούτῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν. Ἀλεξάνδρα δὲ ἡ πενθερὰ Ἡρώδου, παῖδα ἔχουσα ἐξ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου ὥρᾳ κάλλιστον, καλούμενον Ἀριστόβουλον, χαλεπῶς ἔφερε τὴν παρόρασιν τοῦ υἱοῦ· καὶ γράφει τῇ Κλεοπάτρᾳ αἰτήσασθαι τῷ παιδὶ παρ’ Ἀντωνίου τὴν ἀρχιερωσύνην. Ἀντωνίου δὲ νωθέστερον διατεθέντος περὶ τὴν αἴτησιν, εἰς Ἰουδαίαν ἐλθὼν Δέλλιος καὶ ἰδὼν τὸν Ἀριστόβουλον ἠγάσθη, οὐχ ἧττον δὲ τὴν Μαριάμμην τὴν συνοικοῦσαν τῷ βασιλεῖ· καὶ πείθει τὴν Ἀλεξάνδραν ἀμφοτέρων τῶν παίδων εἰκόνας τῷ Ἀντωνίῳ στεῖλαι· θεασαμένου γὰρ εἶπε μή τινος ἀτευκτήσειν ὧν ἀξιοῖ. ἡ μὲν οὖν πέμπει τὰς εἰκόνας τῷ Ἀντωνίῳ, ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμψασθαι γεγαμημένην Ἡρώδῃ, καὶ ἅμα τὰς εἰς Κλεοπάτραν διαβολὰς ὑπεξέκλινεν. ἐπέστειλε δὲ τῷ Ἡρώδῃ πέμπειν τὸν παῖδα, προσθέμενος, εἰ μὴ δοκοίη βαρύ. Ἡρώδης δὲ ἀσύμφορον ἑαυτῷ κρίνας ὡραιότατον ὄντα τὸν Ἀριστόβουλον καὶ γένει προύχοντα πρὸς Ἀντώνιον ἥκειν, ἰσχύοντα ὡς Ῥωμαίων, ἕτοιμον δὲ πρὸς ἔρωτας καὶ πρὸς ἡδονὰς εὐκατάφορον, ἀντέγραψεν ὡς, εἰ ἐξέλθῃ τῆς χώρας τὸ μειράκιον, ἅπαντα ταραχῆς ἐμπλησθήσεται. καὶ οὕτω μὲν παρῃτήσατο τὸν Ἀντώνιον, τοὺς δὲ φίλους ἀθροίσας ᾐτιᾶτο τὴν Ἀλεξάνδραν ὡς ἐπιβουλεύουσαν ἔν αὐτὸς ἀφαιρεθῇ τὴν ἀρχήν. “ἀλλ᾿ οὐκ αὐτός ἔφη διὰ τοῦτο ἄδικος ἔσομαι, ἀλλὰ νῦν δίδωμι τὴν ἱερωσύνην τῷ μείρακι· παιδὸς γὰρ ὄντος παντάπασι πρῴην διὰ τοῦτο ἕτερον ἀρχιερέα ἐποίησα. οὕτως εἰπόντος χαρά τε ἅμα καὶ δέος τὴν Ἀλεξάνδραν εἶχε, χαρὰ μὲν διὰ τὴν τιμὴν τοῦ παιδός, δέος δὲ διὰ τὴν ὑποψίαν Ἡρώδου. καὶ ἀπελογεῖτο δακρύουσα, περὶ μὲν τῆς ἱερωσύνης σπουδάσαι, βασιλείᾳ δὲ μὴ ἐπιχειρῆσαι· καὶ νῦν δέχεσθαι εἰς τὸν υἱὸν τὴν τιμήν, ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος διεβεβαιοῦτο.