# Epitome historiarum (lib. 1‑18) 5.13.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/5.13.1

Οὕτως ὁμιλήσαντες διελύοντο, ὡς πάσης δῆθεν ὑποψίας ἐξῃρημένης. τῆς δ’ ἀρχιερωσύνης τῷ παιδὶ δοθείσης Ἀριστοβούλῳ, ἔδοξε τὰ κατὰ τὴν οἰκίαν θεραπευθῆναι. Ἡρώρῃ δὲ ἡ Ἀλεξάνδρα ὕποπτος ἦν, καὶ ἐν τοῖς βασιλείοις διατρίβειν αὐτὴν ἀπῄτει καὶ μηδὲν ἐπ’ ἐξουσίας δρᾶν, καὶ ἐπιμελῶς αὐτὴν ἦσάν τινες φυλάσσοντες. ἡ δ᾿ ἐξηγριοῦτο, πᾶν ὁτιοῦν ὑπομεῖναι προκρίνουσα ἢ μετὰ δουλείας καὶ φόβων βιοῦν· καὶ τὴν Κλεοπάτραν παρεκάλει ἐπικουρεῖν, τὰ ἐν οἶς εἴη δηλώσασα. ἡ δὲ σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν ἐκέλευε. δύο γοῦν λάρνακας παρασκευασαμένη ὡς εἰς ἐκκομιδὴν σωμάτων νεκρῶν, ταύταις ἔμελλεν ἑαυτὴν καὶ τὸν υἱὸν ἐμβαλεῖν, ἐπιτάξασα τοῖς συνειδόσι τῶν οἰκετῶν νυκτὸς ἐκφέρειν καὶ κομίζειν πρὸς θάλασσαν, ὅπου καὶ πλοῖον αὐτοῖς ᾧ πλεῖν ἐπ’ Αἴγυπτον ἔμελλον παρεσκεύαστο. ταῦτα ὁ Ἡρώδης ἔκ τινος τῶν οἰκετῶν ἐκείνης μαθών, καὶ προελθεῖν ἐάσας μέχρι τῆς ἐγχειρήσεως, ἐπ’ αὐτῇ τῇ πράξει τοῦ δρασμοῦ συνέλαβε. παρῆκε δὲ τὸ ἁμάρτημα φόβῳ τῆς Κλεοπάτρας, ἀλλ’ οὐκ ἐπιεικείᾳ. ἐδέδοκτο δ’ αὐτῷ ἐκποδὼν ποιήσασθαι τὸ μειράκιον. ἕβδομον οὖν καὶ δέκατον γεγονὸς ἔτος ἀνῆλθεν ἐπὶ τὸν βωμόν, θῦσον κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, ἐστολισμένον ἀρχιερατικῶς. ὁρμὴ δὲ τῷ πλήθει πρὸς αὐτὸ εὐνοίας ἐγένετο διά τε τὸ κάλλος καὶ τό τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ γένους ἀξίωμα, ἔχαιρόν τε ἅμα καὶ συνεχέοντο, καὶ φωνὰς εὐφήμους ἠφίουν εὐχαῖς μεμιγμένας. τούτοις κινηθεὶς Ἡρώδης μᾶλλον ἔθετο τῷ κατὰ τοῦ μειρακίου σκοπῶ. καὶ τῆς ἑορτῆς παρελθούσης μεθ’ ἑστίασιν φιλοφρονούμενος τὸ μειράκιον ἐνεανιεύετο καὶ προσέπαιζεν αὐτῷ χαριζόμενος. κἀν ταῖς κολυμβήθραις ἐνήχοντο· οἱ δ’ Ἡρώδου φίλοι συννηχόμενοι ὡς ἐν παιδιᾷ, οἳ συνῄδεσαν τὸ ἀπόρρητον, οὐκ ἀνῆκαν συμπιέζοντες ἀεὶ τὸν Ἀριστόβουλον καὶ βαπτίζοντες μέχρι τοῦ ἀποπνίξαι. καὶ ὁ μὲν οὕτως ὤλετο οὔπω τὸν ὀκτωκαιδέκατον ἀνύσας ἐνιαυτόν, πάσι δὲ τὸ πάθος οἰκεία συμφορά. καὶ Ἀλεξάνδρα συνεῖσα καὶ τὴν αἰτίαν τῆς ἀπωλείας, ἔτι μᾶλλον τῷ πάθει συνείχετο, ἐνεκαρτέρει δὲ φόβῳ κακῶν ἑτέρων. Ἡρώδης δὲ πάντα ἐπετήδευεν ἀποσκευαζόμενος τὴν ὑπόνοιαν, καὶ δακρύων καὶ συγχεόμενος καὶ πολυτελῆ τὴν ἐκφορὰν ἐνδεικνύμενος. Ἀλεξάνδρα δὲ τούτων οὐδενὶ ἐμαλάττετο, ἀλλὰ τῇ Κλεοπάτρᾳ γράφει τὴν ἐξ ἐπιβουλῆς Ἡρώδου τοῦ υἱέος ἀπώλειαν· ἡ δὲ τὸν Ἀντώνιον ἦρ ἔθιζε τίσασθαι τὸν τοῦ παιδὸς φόνον. πέμπει τοίνυν Ἀντώνιος κελεύων ἐλθεῖν Ἡρώδην εἰς Λαοδίκειαν καὶ ἀπολογήσασθαι. ὁ δὲ τὴν αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ἀπιὼν Ἰωσὴφ τὸν θεῖον αὐτοῦ ἐπίτροπον τῶν ἐκεῖ πραγμάτων κατέλιπεν, ἐντειλάμενος λάθρᾳ, εἰ πάθοι τι παρ’ Ἀντωνίου αὐτός, αὐτίκα τὴν Μαριὰμ ἀνελεῖν, ἵνα μὴ τεθνηκότος αὐτοῦ ἑτέρῳ διὰ τὴν ὡραιότητα μένηται. Ἡρώδης μὲν οὖν ἀπῄει, Ἰωσὴφ δὲ τὰ τῆς ἀρχῆς διοικῶν, καὶ συνεχῶς ἐντυγχάνων τῆ Μαριὰμ καὶ τῇ Ἀλεξάνδρᾳ, τὴν πρὸς τὴν Μαριὰμ διηγεῖτο τοῦ βασιλέως διάθεσιν. εἰρωνευομένων δ᾿ ἐκείνων πρὸς τοὺς λόγους, προήχθη καὶ τὸ τῆς ἐντολῆς ἐκφῆναι ἀπόρρητον. τὸ δὲ μᾶλλον εἰς πλείω τὰς γυναῖκας ἐνῆγεν ἀπόνοιαν. γίνεται δὲ καὶ λόγος παρὰ τῶν ἀπεχθανομένων Ἡρώδῃ ὡς κτείνειεν αὐτὸν ὁ Ἀντώνιος. ἐν τούτοις γράμματα ἐξ Ἡρώδου ἀφίκετο τὴν Ἀντωνίου τιμὴν τὴν πρὸς αὐτὸν διηγούμενα, καὶ ὡς συνεδρεύει αὐτῷ ἐν ταῖς διαγνώσεσι καὶ ὡς συνεστιᾶται, καὶ ὅτι τούτων τυγχάνει καὶ ταῦτα τῆς Κλεοπάτρας χαλεπῆς οὔσης αὐτῷ πρὸς διαβολήν. τούτων τῶν γραμμάτων κομισθέντων ἡ ψευδὴς ἐπαύσατο φήμη.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
