Ancient Greek · ~15 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.14.1
Not analysed yet
Ἐπεὶ δὲ προπέμψας ὁ βασιλεὺς Ἡρώδης τὸν Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς ἡ ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῶν κατηγόρουν Ἀλεξάνδρας καὶ Μαριάμ. ἡ δὲ Σαλώμη καὶ κατὰ τοῦ ἀνδρὸς ἑαυτῆς λόγον εἰσῆγεν ὡς μιγνυμένου τῇ Μαριάμ· οὗτος δ’ ἦν Ἰωσὴφ ὁ τῶν τῆς βασιλείας πραγμάτων ἐπίτροπος. ἔλεγε δὲ ταῦτα ἐκ πλείονος αὐτῇ χαλεπαίνουσα ὅτι τὴν αὐτόν δυσγένειαν ἐξωνείδιζεν. Ἡρώδης δὲ εὐθὺς ἐταράττετο, καὶ ζηλοτυπῶν ἰδίᾳ τὴν Μαριὰμ ἀνέκρινεν. ἀπομνυμένης δ᾿ ἐκείνης ἐχάλα τὴν ὀργήν, καὶ τοῦ ἔρωτος ἥττητο, καὶ τὴν εἰς αὐτὴν ἐπιστοῦτο φιλοστοργίαν. ἡ δὲ οὐ στέργοντος εἶπεν εἶναι τὸ κἀμὲ ἀπολέσθαι ἐντείλασθαι, εἴ γέ σοι παρ’ Ἀντωνίου χαλεπόν τι ἐπενεχθῇ. οὗτος ὁ λόγος ἐτάραξε Ἡρώδην, καὶ ἐβόα σαφῶς ἐκ τούτου πεφωρᾶσθαι τὸν τοῦ Ἰωσὴφ πρὸς αὐτὴν ἔρωτα. οὐ C γὰρ ἂν ἐξεῖπεν, ἔλεγε, τὸ ἀπόρρητον, μὴ μεγάλης συναψάσης αὐτοὺς διαθέσεως. καὶ ἀπέκτεινεν ἂν τὴν γυναῖκα αὐτίκα, εἰ μὴ τῷ αὐτῆς ἐδεδούλωτο ἔρωτι. τὸν Ἰωσὴφ δὲ μηδ’ εἰς ὄψιν αὐτοῦ ἀγαγὼν προσέταξε διαχρήσασθαι, καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων αἰτίαν δήσας ἐφύλαττεν. Ἀντώνιος δὲ τῷ Κλεοπάτρας ἔρωτι, μᾶλλον δὲ φαρμακείαις διεφθαρμένος, ταῖς ἐκείνης θελήσεσιν ἐδεδούλωτο. ἣ τὸν μὲν ἀδελφόν, ᾧ ἡ βασιλεία διέφερε, φαρμάκῳ διέφθειρε, τὴν δ’ ἀδελφὴν Ἀρσινόην δι’ Ἀντωνίου ἀπέκτεινε· τὸν μέντοι Ἀντώνιον ἐβιάζετο τὴν Ἰουδαίαν αὐτῇ καὶ τὴν Ἀραβίαν προσνεῖμαι. ὁ δὲ τὸ προφανὲς τῆς ἀδικίας δυσωπούμενος, ἐκείνῃ τε χαρίζεσθαι διὰ τοὺς ἔρωτας καὶ τὰς γοητείας ἀναγκαζόμενος, ἐξ ἑκατέρων τῶν χωρῶν μέρη ἀποτεμόμενος, τούτοις αὐτῆς τὴν ἀπληστίαν παρεμυθήσατο. ὁ μὲν οὖν Ἀντώνιος εἰς Ἀρμενίαν ἐστράτευσεν, ἡ δὲ ὑποστρέφουσα εἰς τὴν Ἰουδαίαν ἐγένετο, συντυχόντος αὐτῇ τοῦ Ἡρώδου. συνηθείας δὲ αὐτῇ πρὸς Ἡρώδην γενομένης προσεκαλεῖτο αὐτὸν εἰς εὐνήν, ἀκρατῶς πρὸς μίξιν διακειμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς ἐκεῖνον ἐρωτικόν, ἦι τὸ πιθανώτερον, ἀρχὴν ἐνέδρας τὴν ἐπ’ αὐτῇ ὁμιλίαν κατὰ τοῦ ἀνδρὸς συσκευάζουσα. Ἡρώδης δὲ τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, δωρεαῖς δὲ θεραπεύσας ἐπ’ Αἴγυπτον προύπεμψεν. Ἑβδόμου δὲ ἤδη ἔτους Ἡρώδου τῆς βασιλείας ἐνεστηκότος ἐσείσθη τῶν Ἰουδαίων ἡ γῆ ὡς οὐκ ἄλλοτε, καὶ τῶν τε κτηνῶν φθορὰ πολλὴ γέγονε καὶ τῶν ἀνθρώπων ὡσεὶ τρισμύριοι ἐν ταῖς καταπεπτωκυίαις οἰκίαις συγκατεχώσθησαν. τοὺς φόρους δὲ τῶν ἀπονεμηθεισῶν τῇ Κλεοπάτρᾳ χωρῶν ἐξ Ἀραβίας καὶ Ἰουδαίας Ἡρώδου μισθωσαμένου, ὁ Ἄραψ περὶ τὴν τοῦ δασμοῦ καταβολὴν ἠγνωμόνει. ἔγνω οὖν ὁ βασιλεὺς χωρῆσαι κατὰ τοῦ Ἄραβος, καὶ ὑπ’ Ἀντωνίου τοῦτο ἐπιτραπείς, καὶ συμβαλὼν πολλάκις τελευταῖον νικᾷ, καὶ προστατεῖν τοῦ ἔθνους ὑπὸ τῶν Ἀράβων ᾑρέθη. καὶ ὑπέστρεφεν εἰς τὰ οἰκεῖα, μέγα διὰ τὰ ἀνδραγαθήματα κτησάμενος ὄνομα καὶ φρονήματος ἔμπλεως. Ἄρτι δὲ Καίσαρος τὸν Ἀντώνιον ἐν Ἀκτίῳ μάχῃ νικήσαντος Ἡρώδῃ τὰ πράγματα τεθορύβητο ἢ ἀπέγωνστο τέλεον. οὐ γὰρ ἦν ἐλπίς, τοσαύτης αὐτῷ πρὸς Ἀντώνιον φιλίας γενομένης, μὴ κακωθῆναι ὑπὸ τοῦ Καίσαρος. ὅθεν τὸν Ὑρκανὸν ἐκ μέσου ποιῆσαι διανοούμενος, τότε μᾶλλον ᾤετο συμφέρειν αὐτῷ τὴν ἐγχείρησιν, ἵνα μὴ ἀνὴρ περισώζοιτο τυχεῖν τῆς βασιλείας αὐτοῦ ἀξιώτερος. Ἡρώδης μὲν οὖν οὕτω διανενόητο, ἠρέθισε δέ τι συμβὰν πρὸς τὴν πρᾶξιν πλέον αὐτόν. ἡ γὰρ Ἀλεξάνδρα φιλόνεικον τυγχάνουσα γύναιον οὐκ ἀνίει ἀναπείθουσα τὸν πατέρα Μάλχῳ προσχωρῆσαι τῷ τὴν Ἀραβίαν ἔχοντι. ὁ δὲ πρῶτον μὲν διωθεῖτο τοὺς λόγους, ἐγκειμένης δ ἐκείνης τέλος ἐπιστολὴν πρὸς τὸν Μάλχον ἐγχαράττει περὶ τοῦ δέξασθαι σφᾶς, καὶ Δοσιθέῳ τινὶ τῶν φίλων δίδωσι ταύτην. καὶ ὃς Ἡρώδῃ τὴν ἐπιστολὴν ἐνεχείρισεν, ὁ δὲ ἀποδοῦναι τό Μάλχῳ τὴν γραφὴν ἠξίωσε τὸν Δοσίθεον καὶ τὰ παρ’ ἐκείνου γράμματα ἐνεγκεῖν. ταῦτα δὲ τοῦ Δοσιθέου πληρώσαντος ἀντεπέστειλεν ὁ Ἄραψ αὐτόν τε τὸν Ὑρκανὸν δέξασθαι καὶ πάντας τοὺς σὺν αὐτῷ. ταύτην οὖν Ἡρώδης δεξάμενος τὴν ἐπιστολὴν μεταπέμπεται Ὑρκανόν, καὶ περὶ τῶν πρὸς τὸν Μάλχον ἀνέκρινε συνθηκῶν· ἀρνουμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ τὸν ἄνδρα διεχειρίσατο. πολλοὶ δὲ σκῆψιν Ἡρώδου τὰ κατὰ τὸν Ὑρκανὸν γενέσθαι φασί, βουλομένου αὐτὸν ποιήσασθαι ἐκποδών, καὶ τούτου ποι- οῦνται τεκμήριον τὴν τοῦ ἀνδρὸς ἐπιείκειαν ἢ ἀφέλειαν καὶ τὸ μηδὲ ἐν νεότητι θράσους τι ἢ προπετείας ἐνδείξασθαι· τότε δὲ ἦν ἐτῶν ὀγδοήκοντα πρὸς ἐνί.