Ancient Greek
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.17.1
Not analysed yet
Ἐν τοιούτοις δὲ ὢν τοὺς παῖδας Ἀλέξανδρόν τε καὶ Ἀριστόβουλον εἰς Ῥώμην ἀπέστειλεν ἐντευξομένους τῷ Καίσαρι. τούτους ὁ Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν Ἡρώδῃ ὅτῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονείμαι τὴν βασιλείαν, καὶ χώραν ἔτι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ᾿ εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ἔλεγεν, ἔνα ἀνακτηθεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, ἔνα τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς ἔφερον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς ὄχλοις ἐγκαταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν ἣν περὶ τῆς ἀρχῆς εἶχον. καὶ τοὺς μὲν ἐξαυθαδιζομένους ἐπεξῄει ἅπασι τρόποις, τὸ δὲ πλῆθος ὅρκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν. οἶ μὲν οὑν πολλοὶ εἶκον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παντός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ οὔτε ἐπείσθησαν οὔτ’ ἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώμενον Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μαναΐμ. ἦν δ’ οὗτος εἶς ἐξ αὐτῶν, ἀνὴρ τἄλλα τε ἀγαθὸς καὶ τὰ μέλλοντα προορῶν, ὃς ἔτι παῖδα τὸν Ἡρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα Ἰουδαίων προσεῖπεν. ὁ δὲ ἰδιώτης ἔλεγεν εἶναι. Μαναΐμ δὲ μειδιάσας καὶ τύπτων αὐτὸν ἠρέμα ἀλλὰ καὶ βασιλεύσεις” ἔφη “καὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέστατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. ἄριστος δ’ ἔσῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλ’ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι.” βασιλεύσας δὲ ὁ Ἡρώδης μετακαλεῖται τὸν Μαναΐμ καὶ περὶ τοῦ χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο. ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασιλείας ἐνιαυτοὶ ἢ εἴκοσιν ἢ τριάκοντα, ὁ δὲ ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μαναΐμ ἀφῆκε δεξιωσάμενος καὶ πάντας δι’ ἐκεῖνον ἐτίμα τοὺς Ἐσσηνούς. Ἤδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν ἔγνω μετασκευάσαι καὶ πρὸς ὕψος ἆραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ὤκνει πρὸς τὴν ἐγχείρησιν. ὁ δὲ οὐ πρότερον ἔφη τὸν ναὸν καθαιρήσειν, πρὶν ἂν πάντα ὧν ἂν δέοιτο εἰς τὸ ἔργον παρασκευάσηται. ἤδη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους ἄλλους καταβαλόμενος τὸν ναὸν ἤγειρε μήκει πήχεων ἑκατόν, τὸ δ’ ὕψος ἐπέκεινα εἴκοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ὧν ἑκάστῳ περὶ πέντε καὶ εἴκοσι τὸ μῆκος πήχεις, τὸ δ’ ὕψος ὀκτώ, εὖρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυρότητι, ἣν οἱ ἐκ τοῦ γένους τῶν Ἀσαμωναίων γεγονότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὥστε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ. καὶ ταύτην οὖν τὴν βᾶριν Ἡρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπ’ ἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς μνήμην Ἀντωνίου προσηγόρευσεν Ἀντωνίαν. αὐτὸς δὲ ὁ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδόμητο ἔτεσι. παραδέδοται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν ὅτε αὐτὸς ὁ ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν ἕξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ ὕειν, γίνεσθαι δὲ τοὺς ὄμβρους ἐν ταῖς νυξίν, ἕνα μὴ τὰ ἔργα κωλύωνται. Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος ὁ Ἡρώδης τίθησι νόμον τοὺς τοιχωρύχους ἐπ’ ἐξαγωγῇ τῆς χώρας πιπράσκεσθαι· ὁ καὶ πρὸς τιμωρίαν τῶν πασχόντων ἣν φορτικόν, οὐχ ἥκιστα δὲ καὶ τῶν νόμων κατάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι κατὰ τὰ ἐκείνων ἔθη βιοῦν τῆς θρησκείας ἦν, ὅσον ἐπ’ ἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ ἔχοιεν κατὰ τὸ τετραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλ’ οὐ πρὸς ἀλλοφύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ἔνα μήτε τῆς θρησκείας ἐκπίπτοιεν μήτε παρ’ ὅλον τὸν βίον δουλεύοιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος ἣν τῶν κατ’ ἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπ’ αὐτῷ.