# Epitome historiarum (lib. 1‑18) 5.18.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/5.18.1

Εἰς τὴν Ἰταλίαν δὲ κατὰ τὸν καῖρόν ἐκεῖνον παραγενόμενος Ἡρώδης, ἴνα Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας ὄψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἔλαβεν ἄγειν εἰς τὰ οἰκέτα. ὡς δ’ ἐπανῆλθον, περίοπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε ἦσαν Σαλώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ ἤδη καὶ κατ’ ἐκείνων τὰ ὅπλα ἡτοίμαζον δι’ ὧν καὶ τὴν αὐτοὺς γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φιλοστόργως ἔτι πρὸς αὐτὰ ὁ πατὴρ διακείμενος καὶ d τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, Ἀρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφυρὰν τῷ Ἀλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας ὅσοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο. διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκείνων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, πρὸς ἐκείνους δ᾿ ἡ τούτων ἐπηύξητο δυσμένεια, καὶ διαβολαὶ κακοήθεις κατ’ αὐτῶν προύβαινον, παρ’ αὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφὰς καὶ τὴν μητέρα λεγούσης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ᾿ ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα ἦν ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δ’ εὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέγαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. Ἡρώδης δὲ ταῦτα καὶ ἄλλων ἀπαγγελλόντων τετάρακτο. οὕτω δὲ διατεθεὶς ἔγνω ἐπὶ καθαιρέσει τῶν νέων ἕτερον υἱὸν Ἀντίπατρον ὄνομα, ἰδιωτεύοντι ἔτι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ἵνα καταστείλῃ τὸ θράσος τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδ’ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. ὅθεν ὡς ἔφεδρόν τινα τὸν Ἀντίπατρον ἐπεισήγαγεν. δὲ δεινὸς ὤν, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν ἔσχεν ὑπόθεσιν ἔχεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλλοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δ’ ἔτι ἐδίδοσαν ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. ἅπερ κακοήθως οἱ περὶ τὸν Ἀντίπατρον Ἡρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μείζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βουλόμενος δὲ ὁ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ, πλείονος Ἀντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς ῾Ρώμην αὐτὸν μετὰ πολλῶν δώρων ἀπέστειλεν, ὥστε ἤδη πάντα ἐπ᾿ ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ᾿ ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. Ἀντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκδημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένηται ὁ πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπιστέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερεθίζων πρὸς τὴν δυσμένειαν, ἕως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς ῾Ρώμην κἀκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι. ἀπελθὼν δ᾿ εἰς ῾Ρώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μισοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ οὕτω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ἔτι τοῦ πατρὸς δάκρυα ἦν καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ᾿ ἔγνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ᾿ ἄλλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ ἅπαντας, ὁ Ἀλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιούμενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον ὁ Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ᾿ αὐτῶν πιστεύων διαβολαῖς, ἔτι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκε- χύμενον. καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦσιν, αὐτὸ τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους ἑαυτοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπ’ αὐτοῖς λόγον, Ἡρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πάσαν ὑπόνοιαν· καὶ τὸ πιστά γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον ἔκρινε. τοιαῦτα συμβουλεύων ἔνευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζόμενος ἕκαστον. τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετ’ ἀλλήλων ἀπῄεσαν, καὶ Ἀντίπατρος μετ’ αὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος ἥδεσθαι· τῇ δ’ ὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ Ἡρώδῃ τὴν ἐξουσίαν ἀφῆκεν ὁ Καῖσαρ ὃν ἂν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν ἢ καὶ διανέμειν ἅπασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων ἤθελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν Ἀρχέλαος ὁ πενθερὸς Ἀλεξάνδρου συναντᾷ τῷ Ἡρώδῃ, συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐντεῦθεν Ἡρώδης ἐπὶ τὴν Ἰουδαίαν ἐλθών, καὶ συναγαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν ἀποδημίαν αὐτῶ πεπραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν Ἀντιπάτρῳ, εἶτα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
