# Epitome historiarum (lib. 1‑18) 5.21.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/5.21.1

Μετὰ καιρὸν δὲ πολὺ χεῖρον ἔσχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν Ἡρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν ἄνθρωπος, ἐπιδημήσας πρὸς Ἡρώδην δίδωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν τοῖς μάλιστα τοῦ βασιλέως. ἦν δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς Ἀντιπάτρου· προσῄει δὲ καὶ Ἀλεξάνδρῳ, γνωστὸς εἶναι λέγων καὶ Ἀρχελάῳ, ὅθεν καὶ τὴν Γλαφύραν τιμᾶν ὑπεκρίνετο. τούτῳ συνήθει γεγονότι Ἀλέξανδρος τὰ καθ’ ἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ τὴν μητέρα ἐδίδασκε, καὶ ἔλεγε μὴ δοκεῖν ἀνεκτά. καὶ ὁ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, ὁ δὲ πάντα τῷ Ἀντιπάτρῳ ἀνέφερεν. Ἀντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. ὁ δὲ οὕτω τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ ὁ μὲν ἀπῄει χρηματισάμενος, Ἡρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖσθαι διαβολῶν, ἀλλ’ αὐτὸς περιεργάζεσθαι τὰ ἐκείνων καὶ παρατηρεῖν ἕκαστα. Δύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατ’ ὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ Ἀλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑποπτεύσας οὖν τούτους Ἡρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, εἶτ’ ἀπήγγελλον ὡς πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν Ἡρώδην Ἀλέ- ξανδρος. καὶ ὁ φρούραρχος δὲ τοῦ Ἀλεξανδρίου ἠτάζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, ὁ δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ Αλεξάνδρου χειρός. ὁ μὲν οὖν Ἡρώδης οὐκέτι ἐνδοιάσιμος ἦν περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, Ἀλέξανδρος δὲ δι’ Ἀντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν οὖν φυλακὴ τῶν νεανίσκων ἐγίνετο, καὶ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. ὁ δ᾿ Ἀριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλγεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, ῾ταῦτα ταῦτα καὶ σοί” ἔφη “κίνδυνον προμηνύει, διαβεβλημένῃ κατ’ ἐλπίδα γάμου Συλαίου.” τούτους ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. ὁ δὲ δεθῆναι κελεύει καὶ ἄμφω τοὺς υἱοὺς καὶ ἀπ’ ἀλλήλων διαστῆναι, γράψαι τε ἕκαστον ὅσα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν οὔτ’ ἐννοῆσαι κατὰ τοῦ πατρὸς οὔτε μὴν συσκευάσασθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον δι’ ἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς οὔσης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν ἥκοντος ἐξ Ἀρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν Ἀλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθάνετο ἐπ’ ἀκροάσει τοῦ πρεσβευτοῦ, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν· ὁ δὲ πρὸς Ἀρχέλαον ἔφη ἐκεῖθεν εἰς Ῥώμην συνθέμενον διαπέμψειν, ἄλλο δὲ οὐδὲν ἄτοπον ἢ δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός. τούτων οὕτω ῥηθέντων ὁ βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπ’ αὐτὸν ἐκέλευσεν ἐν παράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν Ἀρχελάῳ καὶ μέμψασθαι ὅτι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνεφάψαιτο. Ἀρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς Ῥώμην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. ὁ δὲ ἀντεπέστειλεν ἄχθεσθαι ἐπὶ τοῖς παισίν, ἐπ’ ἐκείνῳ δὲ τὴν πᾶσαν ἐξουσίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν ἐνενόησαν, ἄλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δ’ αὐτῷ περὶ Βηρυτὸν συναγαγόντα συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα Ἀρχέλαον καὶ ὅσους τῶν ἄλλων οἶδεν ἐπιφανεῖς ἀξιώμασί, μετ’ ἐκείνων τὸ δέον σκοπεῖν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
