# Epitome historiarum (lib. 1‑18) 5.26.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/5.26.1

Ἡ μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ὣν παρηνόμησε τίνοντι. πῦρ γὰρ μαλθακὸν τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων ἤσαν ἑλκώσεις, εἰς, καὶ μάλιστα τοῦ κόλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ ἤτρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ τῷ τοῦ ἄσθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέλος αὐτοῦ ἐγίνοντο. ὁ δὲ καὶ οὕτω κακῶς διακείμενος ἐν ἐλπίδι ζωῆς ἢν, οὐδὲ ἀποτετραμμένοις κεχρῆσθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, ἃ σὺν τῇ λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ἔνθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς ἔδοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς Ἱεριχοῦντα κεκόμιστο, ἔνθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ᾕρει χολή. Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ. προστάγματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ ἔθνους τῶν ἐντιμοτέ- ρων ἀφικομένων ἐκεῖ, συγκλείσας πάντας ἐν τῷ ἱπποδρόμῳ τῇ ἀδελφῇ Σαλώμῃ καὶ τῷ ἀνδρὶ αὐτῆς Ἀλεξᾷ ἐνετέλλετο 5 ἐπὰν αὐτὸς ἀφῇ τὴν ψυχήν, τοὺς καθειργμένους ἅπαντας ἀνελεῖν, ἔνα μὴ ἐφήδοιντό μου” λέγων‘ οἱ δῆμοι τῇ τελευτῇ, μηδ’ ἐπικροτοῖεν, ἀλλ’ ἑκάστων θρηνούντων τοὺς ἑαυτῶν οὕτως καὶ αὐτὸς δόξω θρηνεῖσθαι καὶ πολλοῖς ἡ ἔξοδός μου τιμηθείη τοῖς δάκρυσι.” καὶ ὁ μὲν ἐπέσκηπτε ταῦτα δακρύων καὶ ποτνιώμενος, οἱ δὲ μὴ παραβήσεσθαι τὴν ἐντολὴν ἐπηγγέλλοντο. Εν τούτοις γράμματα ὑπὸ τῶν ἐν Ῥώμῃ ἀπεσταλμένα κεκόμιστο, τήν τε Ἀκμὴν ἀνῃρημένην δηλοῦντα καὶ τὰ περὶ τὸν Ἀντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας Ἡρώδης ἥσθη καὶ βραχύ τι ἀνήνεγκε. τῶν δ’ ἀλγηδόνων εἶς μέγα ἠρμένων ἀπείχετο μὲν σιτίων, μῆλον δ᾿ αἰτήσας καὶ μάχαιραν γνώμης ἢν ἑαυτὸν ἀναιρήσων. καὶ πέπραχεν ἂν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέσχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ Ἀντίπατρος ὡς ἤδη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπισχνούμενος. ὁ δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ὃς ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αὖθις τὰς διαθήκας, Ἀντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, Ἀρχελάῳ δ’ ἀπονέμων τὴν βασιλείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ τῇ ἐκείνου γαμετῇ Ἰουλίᾳ δωρεὰς πολυταλάντους καταλιπών, ἡμέρᾳ πέμπτῃ μεθὸ Ἀντίπατρον κτείνειε τελευτᾷ, βασιλεύσας μεθὸ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθὸ δ᾿ ὑπὸ ῾Ρωμαίων ἀπο δέδεικτο βασιλεὺς ἑπτὰ καὶ τριάκοντα. Σαλώμη δὲ καὶ Ἀλεξᾶς, πρὶν ἔκπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακεκλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα. καὶ μεγίστη αὕτη εὐεργεσία παρ᾿ αὐτῶν εἰς τὸ ἔθνος ἐγένετο. εἶτα ὁ θάνατος τοῦ βασιλέως δεδημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βασιλείαν ἀποκληροῦσαι τῷ υἱῷ Ἀρχελάῳ. Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δακτύλιον οὐκ ἄλλως ἔλεγε κυροῦσθαι τὰς διαθήκας ἢ διὰ Καίσαρος. βοὴ δὲ ἦν εὐθὺς εὐφημούντων Ἀρ- χέλαον βασιλέα. καὶ ἐπὶ τούτοις ἡ τοῦ βασιλέως ἐκφορὰ ἐτελεῖτο πολυτελῶς.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
