Ancient Greek · ~12 min
Book 5
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 5.4.1
Not analysed yet
Σαλώμη δὲ ἡ ἐκείνου γυνή, ἣ καὶ Ἀλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδεμένους γὰρ εἶχεν αὐτοὺς Ἀριστόβουλος, βασιλέα κασίστησιν Ἰαννένα τὸν καὶ Ἀλέξανδρον, προύχοντα καθ’ ἡλικίαν καὶ μετριώτατον. ὃς τὴν βασιλείαν παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ἕνα τῶν ἀδελφῶν, τὸν δ᾿ ἕτερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῄ μὲν κρατήσας, ἔστι δ’ ὅπου καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους ἦρεν ὅπλα κατ’ αὐτοῦ στασιά- σαντας. ἑορτῆς γὰρ οὔσης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσαντος, κιτρίοις αὐτὸν τὸ πλῆθος ἔβαλλον, ἔθους ὄντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοινίκων καὶ κιτρίων ἐν χεροῖν ἔχειν, καὶ ὕβρεις αὐτοῦ κατέχεον. οἷς παροξυνθεὶς ὁ Ἀλέξανδρος κτείνει περὶ ἑξακισχιλίους αὐτῶν. εἶτα συνάψας μάχην πρὸς Ἀραβας καὶ ἡττηθεὶς φεύγων εἰς Ἱεροσόλυμα παρανίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοὐ ἔθνους ἐπιθεμένου, ἔτεσιν ἕξ μαχόμενος πρὸς αὐτό, ἔτρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυριάδων πέντε. δι’ ἃ ἔτι μᾶλλον μεμίσητο, ὅστε πρὸς αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ὥστε παύσασθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ Ἰουδαῖοι τῷ Ἀλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν ἔν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς Ἱεροσόλυμα. καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον ἔργον πεποίηκεν, ἀνασταυρώσας αὐτόν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπ’ ὄψεσι σφῶν ἔτι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς ἔργον ἔπεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους ὄντας φυγεῖν. καὶ ὁ Ἀλέξανδρος ἔκτοτε ἠρεμίας ἀπήλαυσεν. Ἔπειτα Ἀντίοχος ὁ κληθεὶς Διονύσιος κατὰ τῆς Ἰουσαίας ἐστράτευσε. καὶ μάχης καρτερὰς γενομένης πρὸς Ἰουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ Ἀντίοχος νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων. θανόντος δ᾿ ἐκείνου τὸ στράτευμα φεύγει καὶ λιμῷ διαφθείρεται. βασιλεύει δὲ μετ’ Ἀντίοχον τῆς Κοίλης Συρίας Ἀρέτας, καὶ στρατεύσας ἐπὶ τὴν Ἰουδαίαν, καὶ μάχῃ νικήσας Ἀλέξανδρον, ἐπὶ συνθήκαις ἀνεκεχώρηκεν. Ο μέντοι Ἀλέξανδρος μετὰ ταῦτα πόλεις ἐλῶν πολλὰς Ἰδουμαίων καὶ Κιλίκων καὶ Φοινίκων καὶ Σύρων, καὶ τρίτον ἔτος ἐν τῆ στρατείᾳ διηνυκώς, ἐπανῆλθε, προθύμως αὐτὸν διὰ τὴν εὐπραγίαν δεχομένων τῶν Ἰουδαίων. εἶτα ἐκ μέθης νοσήσας, καὶ τρισὶν ἔτεσι τεταρταίῳ πυρετῷ προσπαλαίων, τῶν στρατειῶν οὐκ ἀπέσχετο. ὁρῶσα δὲ αὐτὸν ἡ βασίλισσα ἤδη ἀπεγνωσμένον, ἑαυτήν τε καὶ τοὺς παῖδας ὠδύρετο. ὁ δὲ κρύψαι τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας ταύτῃ ὑπέθετο, ἕως ἂν ἐξέλῃ τὸ χωρίον, ἔτυχε γάρ τι πολιορκῶν, ἔπειτα ὡς ἀπό νίκης εἰς Ἱεροσόλυμα παραγενομένην τοῖς Φαρισαίοις ἐξουσίας μεταδοῦναί τινος. δύνασθαι γὰρ αὐτοὺς θέσθαι τὸ ἔθνος εὔνουν αὐτῇ · καὶ αὐτός δὲ διὰ τούτους ἔλεγε τῷ ἔθνει προσκροῦσαι, ὑβρισθέντας ὑπ’ αὐτοῦ. “σὺ τοίνυν” ἔφη “μεταπεμψαμένη τοὺς ἄρχοντας σφῶν ἐπίτρεπε χρῆσθαί μου ὡς βούλονται τῷ νεκρῷ, ὡς πολλὰ εἰς αὐτοὺς ἐξυβρίσαντος, καὶ μηδὲν παρὰ τὴν ἐκείνων γνώμην ποιεῖν ὑπισχνοῦ. οὕτω δέ σου εἰπούσης ἐγώ τε πολυτελῶς ταφήσομαι καὶ σὺ βεβαίως ἄρξεις.” ταῦτα τῇ γυναικὶ ὑποθέμενος τετελεύτηκεν, ἄρξας ἔτη εἴκοσι καὶ ἑπτά, πεντήκοντα δέ γε ζήσας ἑνὸς δέοντος. ἡ δὲ Ἀλεξάνδρα πάντα κατὰ τὴν τοῦ ἀνδρὸς συμβουλὴν θεμένη τούς τε Φαρισαίους εὔνους ἐποίησεν ἑαυτῇ καὶ τὴν βασιλείαν ἐβεβαιώσατο, καὶ τὴν ταφὴν τοῦ ἀνδρὸς λαμπροτέραν τῶν πρὸ αὐτοῦ βασιλέων εἰργάσατο.