# Epitome historiarum (lib. 1‑18) 6.11.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/6.11.1

Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς Ἀλεξανδρεῖς οἶ ἐκεῖ Ἰουδαῖοι. ὃν γὰρ εἴρηται τρόπον κακῶς πρὸς αὐτοὺς Γαί·ου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει Ἑλλήνων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ ἦσαν ἐν ὅπλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αἴγυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, ἔπεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν Ἀγρίππου τε καὶ Ἡρώδου εἰς Συρίαν καὶ εἰς Ἀλεξάνδρειαν καὶ εἰς τὴν ἄλλην οἰκουμένην ὅση Ῥωμαίοις ὑπήκοος, φράζον ὅτι “τῶν Ἰουδαίων ἀνέκαθεν ἴσης πολιτείας τοῖς Ἀλεξανδρεῦσι καὶ τοῖς τῶν λοιπῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπονοίας ὅτι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ Ἰουδαίων ἔθνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδενὸς διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δικαίων τὸ ἔθνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δέκαια τοῖς Ἰουδαίων νομίμοις ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων Ἀγρίππου καὶ Ἡρώδου τῶν φιλτάτων μοι.” ἐξέπέμψε δὲ καὶ Ἀγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς Ἱεροσόλυμα χαριστήρια ἔθυσε, καὶ τὴν χρυσῆν ἄλυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλάκιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ ὅτι καὶ τὰ μεγάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας οὖν πολυτελῶς , Θεόφιλον μὲν τὸν Ἄννα τῆς ἀρχιερωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ᾦ Κανθηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ᾿ ἦσαν τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, οὗ τῇ θυγατρὶ ὁ βασιλεὺς Ἡρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ᾿ Ἱεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμείψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ἴππαρχον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, ἄνδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν. Νεανίσκοι μέντοι Δωρῖται παράβολοι καὶ θρασεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν Ἰουδαίων συνἀγωγὴν κομίσαντες ἔστησαν. τοῦτο τὸν Ἀγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύὄντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγορεῖ τῶν Δωριτῶν. ὁ δ᾿ ἑκατόνταρχον στείλας, τοὺς μὲν τὸ τόλμημα πράξαντας ἐπ᾿ αὐτὸν ἀχθῆναι προσ- ἔταξε, τοῖς δὲ τῶν Δωριτῶν ἄρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βούλοιντο δοκεῖν συνεργάται τῆς πράξεως. Ἀγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην αὖθις ἐπ’ αὐτὴν ἦγε τὸν Ἀνανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων ἅπαξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς ἄξιον τῆς τιμῆς. πεισθεὶς οὖν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερωσύνην ἀπένειμε. Σίλας δὲ ὁ Ἀγρίππου ἵππαρχος, πεποιθὼς οἷς ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντεποιεῖτο, καὶ ἦν φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην ἄγων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε σπουδῆς τε καὶ πίστεως. ἀηδῶς οὖν πρὸς τὴν ἀταμίευτον αὐτοῦ παρρησίαν ὁ Ἀγρίππας διέκειτο τοῦ δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέθιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστησεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν ἀμβλυνθείς, καὶ λογισάμενος ὅσους ὑπὲρ ἐκείνου ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο “ἐπὶ τίνα’’ λέγων “ὁ βασιλεὺς ἀνακαλεῖ με τιμὴν τὴν ὅσον ἤδη ἀπολουμένην,. ἢ πεπαῦ- σθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλλον ὅσων αὐτὸν ἐξερρυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ὧν γέρας μοι δεσμὰ καὶ σκότιος εἰρκτή, ὧν οὔποτε λήσομαι.” ὁ δὲ β,ασιλεὺς ταῦτα μαθόν, καὶ ἀνιάτως συνιδὼν διακείμενον, αὖθις εἴασεν ἐν φρουρᾷ. Ἧν δὲ εὐεργετικὸς οὗτος ὁ βασιλεὺς ἐν δωρεαῖς οὐδὲν ἧττον Ἡρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς Ἰουδαίους, οὗτος πρὸς πάντας ὁμοίως ἦν εὐεργετικὸς καὶ τὸν τρόπον πραύς. ἡδεῖα γοῦν αὐτῷ δίαιτα συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν, καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων ἦν ἐν Ἱεροσολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· οὗτος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδημήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν Ἀγρίππαν οὐκ ἔλαθε. μεταπέμπεται οὑν τὸν Σίμωνα καί φησιν “εἰπέ εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον; ὁ δὲ μὴ ἔχων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βασιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξέπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος Ἐλιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ παρέσχεν αὐτήν Βασιλεύσας οὖν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ὅλης Ἰουδαίας, εἰς πόλιν Καισάρειαν, ἣ πρότερον Στράτωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πεποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτολαῖς ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες ἄλλος ἄλλοθεν ἀνεβόων, θεὸν προσαγορεύοντες, εὐμενής τε εἴης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείττονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας οὖν μετ’ ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ὄρνιν τῆς ἑαυτοῦ κεφαλῆς ὕπερθεν, ἄγγελόν τε κακῶν τοῦτον ἐνενόησε τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον ἔσχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν ἄλγημα. καὶ πρὸς τοὺς φίλους φησίν “ὁ θεὸς ὑμῖν ἐγὼ ἤδη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθάνατος παρ’ ὑμῶν θανεῖν ἐπείγομαι.” ταῦτα λέγων τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῶ πατρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ Ἀγρίππας κατακείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς ἄδακρυς ἢν. ἐφ’ ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κατέστρεψε τὴν ζωήν, βιώσας ἔτη τέσσαρα καὶ πεντήκοντα, βασιλεύσας δ᾿ ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα,

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
