# Epitome historiarum (lib. 1‑18) 6.16.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/6.16.1

Εἶχε μὲν οὖν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν Ρωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν Ἰουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμπέπληστο καὶ γοήτων ἀπατώντων τὸν ὄχλον, ὧν πολλοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ἔχων δὲ ἀπεχθῶς πρὸς Ἰωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προίστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν, πρόφασιν ἐζήτει δι’ ἣν τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃστῶν αὐτὸν ἀναιρεῖ, οἱ ἐν τῷ ναῷ παραγεγονότες ὡς προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆτας ἀνεμίχθησαν τό πλήθει καὶ τὸν Ἰωνάθην ἀνεῖλον. ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἶ λῃσταὶ ἀναβαίνοντες οὑς μὲν οἰκείους ἐχθροὺς ἀνῄρουν, οὓς δ’ ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπατεῶνες ἄνθρωποι τόν ὄχλον ἀνέπειθον ἕπεσθαι σφίσιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεία καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ὧν πολλοὺς ὁ Φῆλιξ ἐκόλαζεν. οἶ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπιπρῶντες διέφθειρον. Σύρων δὲ καὶ Ἰουδαίων τὴν Καισάρειαν οἰκούντων οἱ μὲν Ἰουδαῖοι πρωτεύειν ἠξίουν ὡς Ἡρώδου τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασαν δὲ καὶ πρῴην πόλιν εἶναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν Ἰουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τόν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ Ἰουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτόν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ὅτι πλεῖστοι τῶν ὑπὸ Ῥωμαίους στρατευομένων Καισαρεῖς ἤσαν, μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς Ἰουδαίους ἀνθύβριζον· εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὶ ἐτρώθησάν τε καὶ ἔπεσον ἀμφοτέρωθεν· νικῶσι δὲ Ἰουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς Ἰουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπαφίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέτρεψεν. οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ οἶ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη. Ὁ δὲ βασιλεὺς Ἀγρίππας δίδωσι τὴν ἀρχιερωσύνην Ἰσμαὴλ υἱῷ τοῦ Φαβεί. ἴσχον δὲ πρὸς ἀλλήλους στάσιν οἴ τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ἔβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ἦν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναιδεύσαντο ὡς καὶ πέμπειν ἐπὶ τὰς ἅλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ὅθεν οἱ ἄποροι τῶν ἱερέων ὑπ’ ἐνδείας ἀπέθνησκον Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος διαδόχου τῷ Φήλικι, οἶ Καισαρεῖς Ἰουδαῖοι κατηγόρησαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα ἂν ἔτισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσάμενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι’ αὐτοῦ τὴν Ἰουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ἄκυρον ἀποφαίνουσαν. ἐξ ἧς τὰ μετὰ ταῦτα κακὰ τῷ ἔθνει ἐφύησαν διὰ ταύτην γὰρ τὴν ἐπιστολὴν Ἰουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως εἴχοντο, μέχρις ἂν ἀνήφθη ὁ πόλεμος.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
