# Epitome historiarum (lib. 1‑18) 6.17.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/6.17.1

Φῆστος δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν κακουμένην εὗρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ καλούμενοι, λῃσταὶ δὲ καὶ οὗτοι ἤσαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις σίκαις, ἀφ’ ὧν καὶ σικάριοι ὠνομάσθησαν· οἳ κατὰ τὰς ἑορτὰς τῷ πλήθει ἀναμιγνύμενοι οὓς ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνεπίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελ- λομένου τοῖς ἕπεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς οἱ πεμφθέντες διέφθειραν. Ὁ μέντοι βασιλεὺς Ἀγρίππας οἴκημά τι μέγα δομησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ’ ἐχαλέπαινον οἷ τῆς πόλεως. τοῖχον οὖν ἐγείρουσιν, ὅς οὐ τῆς βασιλικῆς οἰκίας μόνης τὴν ἄποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ἔνθα τὰς φυλακὰς Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις ἠγανάκτησεν ὁ Ἀγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγ- χωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ Ἰσμαὴλ τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ Ἰουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν ἄλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ Ἰσμαὴλ καὶ τὸν Ἑλκίαν κατέσχε παρ’ ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ βασιλεὺς Ἀγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερωσύνην Ἰωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρχιερατεύσαντος Σίμωνος· εἶτα τῷ Ἄννᾳ υἱῷ τοῦ Ἄννα ταύτην ἐξ Ἰωσὴφ ἀφελόμενος προσεκλήρωσεν. Οὗτος οὖν ὁ νέος Ἄννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ἦν καὶ θρασύς. Φήστου τοίνυν θανόντος, καὶ Ἀλβίνου μήπω καταλαβόντος τὴν Ἰουδαίαν, ὃς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς Ἰουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ἵν᾿ αὐτοῖς τοῖς Ἰωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, Ἰάκωβος ὄνομα αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κατηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. μένους. ὅσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τούτῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς Ἀλβῖνον καὶ πρὸς Ἀγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βασιλεὺς ἐξ αὐτοῦ, μῆνας ἄρξαντος τρεῖς, Ἰησοῦν τὸν τοῦ Μνασέα κατέστησεν. Ἀλβῖνος δ’ ἐλθὼν εἰς Ἱεροσόλυμα σπουδὴν εἰσήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν σικαρίων διέφθειρεν. Ἀγρίππας δὲ τὴν ἀρχιερωσύνην δίδωσι Ἰησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα Ἰησοῦν. στάσις οὖν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λίθων ἡ στάσις ἐξ ὕβρεων τῶν πρός ἀλλήλους προυχώρησεν. ὅθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κακῶς ἔχειν τὴν τῶν Ἱεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. Ἀλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῷ προδήλως θανεῖν ἄξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ- ἔταξε, τοὺς δ’ ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρήματα λαμβάνων ἀπέλυε. καὶ οὕτως ἡ μὲν εἰρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη. ὁ δ’ Ἀγρίππας τὸν τοῦ Γαμαλιήλ Ἰησοῦν τῆς ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσένειμεν, ἐφ’ οὗ ὁ πρὸς Ῥωμαίους ἤρξατο πόλεμος. Ἤρξατο μὲν οὖν ἡ ἀρχιερωσύνη ἐξ Ἀαρών, δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διεδέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ’ αὐτῶν διέμεινεν ἡ τιμή. ὅθεν πάτριον ἦν Ἰουδαίοις μηδένα τὴν ἀρχιερωσύνην λαμβάνειν, κἂν βασιλεὺς ἢν αὐτῆς ἐφιέμε- νος , εἰ μὴ τοὺς ἐξ αἵματος Ἀαρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ ἔθος τοῦτο τετήρητο. ἐγένοντο οὑν πάντες ἀπὸ Ἀαρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς Ἰουδαίαν Ἀλβίνου διάδοχος ἀφικόμενος πολλῶν ἐνέπλησεν Ἰουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ὥστε διὰ τὴν ὑπερβο- Λὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν Ἀλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος ἔσπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ ἔθνος παρανομίας ἐποίει, ὥσπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ’ ἕκαστον ; τοσῦτον δ' εἰπὼν δηλώσω τὸ πᾶν, ὅτι ὁ τοὺς Ἰουδαίους τὸν πρὸς Ῥωμαίους ἄρασθαι πόλεμον βιασάμενος Φλῶρος ἦν. ἔλαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευτέρῳ μὲν ἔτει τῆς Φλώρου ἐπιτροπῆς , δωδεκάτῳ δὲ τῆς μοναρχίας τοῦ Νέρωνος.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
