# Epitome historiarum (lib. 1‑18) 6.20.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/6.20.1

γασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ’ ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ἔλεγε , καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρίνοντο, οἶ δ’ οὐκ ἄν ποτε δουλεύσειν Ῥωμαίοις ἐβόων. τριβομένης δ’ ἐν τούτοις τῆς ὥρας, ὁ Κάστωρ ἐδήλου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος Ῥωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέχοντος ὅρμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν καιρὸν παρέλκων , παρώξυνε τοὺς Ῥωμαίους τὰς ἐμβολὰς τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ’ ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς καταλαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑποπιμπρὰν τοῖς στρατιώταις ἐκέλευσεν , ἀλλ’ οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶσαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἶ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν Ῥωμαίοις, καὶ οἶ μὲν κατὰ τοὺς στενωπούς , οἶ δ’ ἐκ τῶν οἰτούτου κιῶν , οἱ δ' ἐκ τοῦ τείχους αὐτοὺς ἔβαλλον. καὶ οἱ φρουροὶ Ῥωμαῖοι καθαλλόμενοι τῶν πύργων ἀνεχώρουν εἰς τὸ στρατόπεδον. Ἰουδαῖοι δὲ κατ’ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. Ῥωμαῖοι μὲν οὖν κρατήσαντες καὶ τοῦ δευτέρου τείχους, αὖθις ἐξώσθησαν, ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. ἤδη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον ἦν , μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν ἄλλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. Ῥωμαῖοι δὲ αὖθις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύτερον, οἶ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον , τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβολὴν εἰς τὸ ἐνδότερον μετεχώρησαν. Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον · τῷ λοιπῷ δ’ ἐγκαταστήσας φρουράν , τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν ἤρχετο χώματα. τῶν δ’ ἐντὸς οἶ μὲν στασιασταὶ ἦσαν ἄτεγκτοι καὶ ἀνένδοτοι , ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. οὓς δὲ τοῦτο βουλομένους οἶ στασιάζοντες εὕρισκον, ἢ καὶ μόνην ἔσχον ὑπονοίας σκιάν , εὐθέως ἀπέσφαττον· τοῖς δ εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δἑ ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ’ ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηὔξανε. δι’ ἔνδειαν γὰρ τῶν τροφῶν εἰσπηδόντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους ἔχειν, εἰ μὲν εὕρισκον, ᾔκιζον, εἰ δὲ οὐχ εὕρισκον, ὡς κρύψαντας ἐπιμελέστερον ἤταζον. ἐποιοῦντο μέντοι τοῦ ἔχειν τροφὰς ἢ μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οἷς μὲν γὰρ ἔτι μετῆν ἰσχύος, ἔχειν ἐδόκουν, οἷς δ’ ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυρῶν ἢ κριθῆς, κατακλείσας τὴν οἰκίαν ἤσθιε· τινὲς δ’ ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖτον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στόματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ οὕτω δ' ἐσθίοντες, ὅμως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. ὅπου δὲ κεκλεισμένην οἰκίαν κατίδοιεν ἢ καπνὸν ἀποθρώσκοντα, σημεῖον ταῦτ’ ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς · οὐδέ τις ἦν οἶκτος ἢ πολιᾶς ἢ νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπηνεῖς τιμωρίας , ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράττοντες καὶ τὰς ἔδρας ῥάβδοις ὀξείαις ὠμῶς ἀναπείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἑνὸς ἄρτου ἐξομολόγησιν , ἢ ἔνα δράκα μίαν ἀλφίτων τοῖς λῃσταῖς καταπρόηται. καθ’ ἕκαστον μὲν οὑν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς ἢ καὶ ἀδύνατον, συνελόντα δ’ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα παθεῖν μήτε γένος ἕτερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
