# Epitome historiarum (lib. 1‑18) 6.28.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/6.28.1

Τίτος δ’ ἐπ’ Αἴγυπτον πορευθεὶς καὶ καταντήσας εἰς Ἀλεξάνδρειαν , κἀκεῖθεν πλεῖν ἐπὶ τὴν Ἰταλίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας Ἰωάννην καὶ Σίμωνα, καὶ ἄλλους ἄνδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν Ἰταλίαν αὐτίκα μάλα ἐκέλευσεν ἄγεσθαι , ἔν ἐν τῷ θριάμβῳ πληρώσωσι τὴν πομπήν. Μετὰ δὲ τὴν εἰς Ῥώμην τοῦ Τίτου ἄφιξιν πεμφθεὶς στρατηγὸς εἰς Ἰουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ Ἡρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων αὐτὸ προσηγάγετο· εἶτα πᾶν ὅσον ἦν ἐκεῖ στρατιωτικὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. ἦν δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ὢν ὄχθος τετειχισμένος· οὕτω δ’ ὑπὸ τῆς φύσεως κατεσκεύαστο ὡς μηδὲ προσιτὸς εἶναι · φάραγξι γὰρ πάντοθεν τόθεν βαθείαις ἐτετάφρευτο. οὕτω δ’ ὀχυρότητος ἔχον καὶ βασίλειον εἶχεν ἐντὸς μεγέθει τε καὶ κάλλει λει τῶν οἰκήσεων θαυμαστόν , πολλὰς δὲ καὶ δεξα- μενὰς εἰς ὑποδοχὴν ὕδατος ἐν τοῖς ἐπιτηδ ειοτάτοις τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς ἄλλοις ἐν τοῖς βασιλείοις καὶ πήγανον ἦν ἄξιον διὰ τὸ μέγεθος θαύματος· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλείπετο· λόγος δ’ ἦν ἀπὸ τῶν Ἡρώδου χρόνων αὐτὸ διαρκέσαι , καὶ ἐπὶ πλεῖστον ’ίσως ἔμεινεν ἄν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον Ἰουδαίων ἐκκέκοπτο. ἐν δὲ τῇ κατὰ τὴν ἄρκτον τοῦ φρουρίου φάραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αὕτη φλογὶ μὲν ἔοικε τὴν χροιάν, περὶ δὲ τὰς ἐσπέρας σέλας ἀπαστράπτει τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχείρωτος, ἀλλ’ ὑποφεύγει καὶ οὐ πρότερον ἕσταται πρὶν ἄν τις οὖρον γυναικὸς ἢ τὸ ἔμμηνον αἷμα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προφανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ καὶ καθ’ ἕτερον τρόπον ἀκινδύνως. κύκλῳ γὰρ αὐτὴν περιορύσσουσιν, ὡς εἶναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον , εἶτ' ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥαιδίως, θνήσκει δ’ εὐθὺς ὁ κύων· φόβος δ’ οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. ἔστι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλούμενα δαιμόνια καί τισιν εἰσδυόμενα αὕτη ταχέως ἐξελαύνει, κἂν μόνον τοῖς νοσοῦσι προσενεχθῇ. Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέλων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπεἀπὸ πειρᾶτο. οἱ δ’ ἐναπειλημμένοι τῶν Ἰουδαίων ἔνδον τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν ἐν τῇ κάτω πόλει παραμένειν , τὸ δ’ ἄνω φρούριον εἶχον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύμως ἀνὰ πᾶσαν ἡμέραν , καὶ τοῖς τυχοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν. Ἐκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδοσις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις ἦν ἐν τοῖς πολιορκουμένοις τόλμῃ θρασὺς καὶ κατὰ χεῖρα δραστήριος Ἐλεάζαρ καλούμενος , ὃς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς Ῥωμαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας ἔξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχnυς ὡμίλει. Ῥοῦφος δέ τις τοῦ Ῥωμαϊκοῦ στρατοπέδου, τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν ὅπλοις αὐτοῖς τὸν Ἐλεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ Ῥωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνωθῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως , ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι , ὡς αὐτίκα κρεμάσων τὸν Ἐλεάζαρον. οἱ δ’ ἀπὸ τοῦ φρουρίου ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ Ἐλεάζαρ ἱκέτευε σφὰς μήτ’ αὐτὸν περιιδεῖν οὕτω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμηθεύσασθαι, εἴξασι τῇ Ῥωμαίων ἰσχύι· καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἢν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς οἴκτου ἐνέδωκαν καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο , ἔνα ἀδεεῖς ἀπαλλάττωνται, τὸν Ἐλεάζαρ λαβόντες. Δεξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύσαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκε μήνυσις. οἱ μὲν οὖν τῶν ἐξιόντων ἐρρωμενέστατοι ἔφθασαν διεκπεσεῖν , τῶν δ’ ἔνδον καταληφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν Ἐλεάζαρ ἀπέδωκε. Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμε- νον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν ἦσαν τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλθὼν οὖν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱππεῦσιν ἅπαντα, τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν ὕλην ἐκέλευσεν. οἶ δ' ἐκεῖ προσπεφευγότες Ἰουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾄξαντες ἐνέπιπτον τοῖς κυκλωσαμένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέχοντον, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ὅμοιον τοῖς ἐναντίος ἀπέβη μέρεσι. Ρωμαίων μὲν γὰρ ἔπεσον δώδεκα, ὀλίγοι δ’ ἐτρώθησαν, τῶν δὲ Ἰουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν , ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ ἥττους πάντες ἀπέθανον. Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ὅς ἦν ἐπίτροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν , ὃ καλεῖται μὲν Ἀμαοῦς, ἀπέχει δὲ τῶν Ἰεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς ὁπουδήποτε οὖσιν Ἰουδαίοις ἐπέταξε δύο δραχμὰς ἕκαστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ὥσπερ πρότερον εἰς τὸν ἐν Ἰεροσολύμοις ναὸν συνετέλουν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
