Ancient Greek · ~16 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.10.1
Not analysed yet
ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν παρειληφὼς δορυφόρους κατὰ ῾Ρωμύλον ἑαυτῷ περιέστησεν, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ 5 ἀγοράζων ἐκέχρητο. ἐξ ὧν γὰρ αὐτὸς εἰς τὸν κηδεστὴν καὶ ἡ γυνὴ πρὸς τὸν πατέρα ἐποίησαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρεσκευάσατο, τούς δυνατωτάτους τῶν βουλευτῶν καὶ τῶν ἄλλων συλλαμβάνων ἐκτίννυεν, οἶς μὲν αἰτίαν εἶχεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, οὓς δὲ λάθρᾳ· ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλλίῳ προσκειμένους μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσαπώλλυε, καὶ οὕτω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνάλωσε. μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐ δὲ ἀντικαθίστη τὸ παράπαν ἀντὶ τῶν ἀπολλυμένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν καταλῦσαι παντελῶς ἐπιχειρήσας οὔτε ἀντεισῆγεν ἐς αὐτὴν οὐδένα οὔτε τοῖς οὖσιν ἐπεκοίνου τι λόγου ἄξιον συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ᾿ ἴνα δήλη αὐτῶν ἡ βραχύτης γίνοιτο ἅπασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖστᾶ καθ᾿ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων ἔπραττε. δυσπρόσιτός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψέᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς ἅπαντας, καὶ τυραννικώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο ἅπασι. διὰ ταῦτα δὲ καὶ τοὺς δορυφόρους ὑπόπτους ἔχων, ἐκ τῶν Λατίνων προσηταιρίσατο δορυφορικόν, καὶ ἐς τὰς τῶν ῾Ρωμαίων τάξεις Λατίνους ἐνέμιξεν, ἴνα οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς Ῥωμαίοις τυχόντες εὔνοιαν αὐτῷ ἐντεῦθεν ἀφείλωσι, καὶ οἶ Ῥωμαῖοι ἧττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ σφᾶς ὄντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες. Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγωνίσατο, δόλῳ δὲ αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ· ἵνα δ’ εὐπρόσωπος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παράσπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν υἱὸν ἐμαστίγωσέ τε καὶ ἀντημύνατο. εἶτα κατὰ συνθήκας πρὸς Γαουίνους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρειληφώς. οἱ δέ, πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ ὅτι καὶ τότε πολλὰ καὶ ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολεμῶσθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις κατὰ τῆς Ῥωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ ὅτι χρήματα ἰδίᾳ τέ τισι παρεῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ’ αὐτῶν στρατηγὸς καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς C πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ πρὸς τὸ μέλλον γνώμην ᾔτησεν ἐξ αὐτοῦ. ὁ δὲ εἶπε μὲν τῷ πεμφθέντι οὐδέν, ἔνα μὴ ἴσως γνωσθεὶς ἑκών τι ἢ ἄκων ἐξείποι, εἰς δὲ κῆπον εἰσαγαγὼν αὐτόν, ἐν ᾧ μήκωνες ἦσαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστόρεσε, καὶ οὕτω τὸν ἀγγελιαφόρον ἀπέπεμψε. καὶ ὁ μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως ἔχων τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑποθέσεως, καὶ τοὺς ἀξιολογωτέρους τῶν Γαουίνων τοὺς μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά τινων δῆθεν λῃστῶν, ἄλλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέκτεινε, συκοφαντίας κατ’ αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος. ὅμοιον δέ τι τούτῳ καὶ ὁ Πρόδοτος ἱστορεῖ. Περίανδρον γὰρ τὸν Κυψέλου τύραννον Κορίνθου γενόμενόν φησι πρὸς Θρασύβουλον τὸν Μιλήτου τύραννον διαπέμψασθαι πυνθανόμενον ὅπως αὐτῷ τὰ τῆς ἀρχῆς ἀσφαλῶς ἕξει. τὸν δὲ Θρασύβουλον τῷ ἀπαγγείλαντι ταῦτα μηδὲν ἀποκρίνασθαι, ἀπαγαγόντα δ’ εἰς λήιον τῶν ἀσταχύων τοὺς ὑπερέχοντας ἐκτέμνειν τε καὶ ῥιπτεῖν, καὶ οὕτως ἀποπέμψαι τὸν ἐσταλμένον. τὸν δὲ ἐπανελθόντα καὶ τὴν Θρασυβούλου συμβουλὴν ἐρωτώμενον εἰπεῖν εἰς παραπλῆγα πεμφθῆναι, γαῖ διηγεῖσθαι ὅσα ἐκεῖνος ἐπίησε, μή τι πρὸς ο ἠρωτήθη φθεγξάμενος· τὸν δὲ Περίανδρον συνεικέναι τὸν τοῦ Θρασυβούλου λογισμόν, καὶ τοὺς ὑπερέχοντας τῶν Κορινθίων ἅπαντας ἀπολέσαι. Καὶ ὁ Σέξτος οὖν οὕτω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα. καὶ μετὰ τοῦτο τόν μὲν διαφθαρέντων ἤδη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων Ρωμαίων καὶ τῶν αὐτομόλων, οὓς πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ πατρὶ παραδέδωκε. καὶ ὃς ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς Β δὲ πρὸς ἄλλα ἐπολέμησεν ἔθνη.