Ancient Greek
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.16.1
Not analysed yet
Ἡ μὲν οὖν στάσις ἡ πρώτη οὕτω τοῖς Ῥωμαίοις κατέπαυσεν· ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στάσιν πολλῶν κατ’ αὐτῶν κινηθέντων, μετὰ τὴν σύμβασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πολέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. ὅτε καὶ Κοριόλους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατοπέδου μικροῦ ἐκινδύνευον, εἰ μὴ Γναῖος Μάρκιος εὐπατρίδης ἀνὴρ ἠρίστευσε καὶ τοὺς ἐπιόντας ἀπώσατο· ὃς διὰ τοῦτο ἄλλως τε ἐδοξάσθη καὶ Κοριολᾶνος ἐκ τοῦ ἔθνους οὗ ἐτρέψατο ἐπεκλήθη. καὶ τότε μὲν οὕτως ἤρθη, οὐ πολλῷ δ’ ὕστερον στρατηγῆσαι σπεύδων καὶ μὴ τυχών, ἠγανάκτησε κατὰ τοῦ ὁμίλου, καὶ τοὺς δημάρχους ἐβαρύνετο. οἱ οὖν δήμαρχοι, οὓς καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ’ αὐτοῦ συμφορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς Ῥώμης ἐξήλασαν. ἐκπεσὼν οὖν τοῖς Οὐολύσκοις εὐθὺς προσεχώρησεν. ὧν οἱ μὲν πρῶτοι καὶ οἶ ἐν τοῖς τέλεσιν αὐτῶν ὄντες ἔχαιρόν τε αὐτῷ καὶ αὖθις πρὸς πόλεμον ἡτοιμάζοντο, Ἀττίου Τουλλιου πρὸς τοῦτον ἐρεθίζοντος ἅπαντας· ὁ δὲ ὅμιλος ἀπρόθυμος ἦν. ὡς οὖν οὔτε παραινοῦντες οὔτ’ ἐκφοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινήσαι πρὸς ὅπλων ἄρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο. ἱπποδρομίαν τῶν Ῥωμαίων ἀγόντων ἄλλοι τε τῶν προσχώρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν Ῥωμαίων στρατηγοὺς ἔπεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐολούκους φυλάσσεσθαι, παρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἶ δὲ στρατηγοὶ καὶ τοῖς ἄλλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος ἅπαντας ἐξεκήρυξαν. οἱ δὲ δυσανασχετοῦντες ὅτι μόνοι ἐκ πάντων ἐξελήλαντο, ἕτοιμοι πρὸς μάχην ἐγένοντο. καὶ προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον ἐπὶ τὴν Ῥώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ὃ οἱ Ῥωμαῖοι πυθόμενοι πρὸς τὰ ὅπλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ’ ἀλλήλους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπατρίδας ὅτι ἐξ αὐτόν ὁ Κοριολᾶνος τυγχάνων μετὰ τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἶ δὲ τὸν ὅμιλον ὅτι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκασιν. οὕτω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον ἄν, εἰ μὴ αἱ γυναῖκες αὐτοῖς ἐπεκούρησαν. ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριολάνῳ ἐψηφίσατο, καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλησαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀποδοθῆναι ἀπῄτει ἧς ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν οὖν ἑτέρα πρεσβεία. ὁ δὲ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς ἑαυτῶν κινδυνεύοντες οὐδ’ οὕτω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς οὔτ’ ἔτι κεκίνηντο οὔθ’ ὑπὸ τῶν κινδύνων οἱ ἄνδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, ἤ τε γαμετὴ τοῦ Κοριολάνου Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρίνα, καὶ τὰς λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦσαι, ἦλθον ἐς τὸ στρατόπεδον πρὸς αὐτόν, καὶ τὰ παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν ἄλλαι σιωπῶσαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα “οὐκ ηύτομολήκαμεν” ἔφη ‘‘τέκνον, ἀλλ’ ἡ πατρὶς ἡμᾶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμὰς ἀπόκτεινον. καταλλάγηθι καὶ μηκέτι ὀργίζου τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολᾶνος ἐγένου. μή με ἄπρακτον ἀποπέμψῃς ,ἔνα μὴ καὶ νεκράν με αὐτοχειρίᾳ θεάσῃ.’ ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη αὕτη σε ἔτεκεν ἴφη “τέκνον, οὗτοί σε ἐξἐθρεψαν.’’ ἡ μὲν εἶπε ταῦτα, ἡ δὲ γαμετὴ αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν ,ὥστε κἀκεῖνον εἰς πένθος κινήσαι. μόλις δ' ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ φιλῶν ἄμα “ἴδε” ἔφη μῆτερ, σοι· σὺ γάρ με νικᾷς. καὶ σοὶ πάντες ταύτην τὴν χάριν ἐχέτωσαν · ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπομένω οἳ τηλικαῦτα παρ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι ἀνταπέδωκαν, οὐδ’ ἀφίξομαι εἰς τήν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ὅτι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσομαι.’’ ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο ,ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν.