Ancient Greek · ~19 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.18.1
Not analysed yet
Οἱ μέντοι Ῥωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ὃς ἐκ δούλων συνέστη καὶ φυγάδων τινῶν, οἳ νυκτὸς ἐπελθόντες ἐξαπιναίως τοῦ Καπιτωλίου ἐκράτησαν. ὁ δ’ ὅμιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς ὅπλοις ἐγέ- νετο πρίν τι πλέον σχεῖν τόν εὐπατριδῶν. ἐπελθόντες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τόν σφετέρων ἀπέβαλον. Διὰ ταῦτα τοίνυν οἱ Ῥωμαῖοι καὶ διά τινα ση- μεῖα εὐλαβηθέντες τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγησαν ἐγκλημάτων καὶ τὴν πολιτείαν ἰσωτέραν ποιή- σασθαι ἐψηφίσαντο. καὶ τρεῖς ἄνδρας εἰς τὴν Ἑλλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ’ ἐκείνοις ἔθη πεπόμφασι. καὶ κομισθέντων αὐτῶν τάς τε ἄλλας ἀρχὰς καὶ τὰς τῶν δημάρχων κατέλυσαν ,καὶ ἄνδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Ἄππιον Κλαύδιον Τίτον τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρα- τηγοὺς αὐτοκράτορας. καὶ νόμους αὐτοῖς συγγράψαι ἐπέτρεψαν ,μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ’ αὐτῶν γενέσθαι προσεψηφίσαντο· ὃ πρῴην οὐδενὶ τῶν ἀρχόντων πλὴν τῶν δικτατώρων ἐδέδοτο. ἦρξάν τε οὑτοι ἐφ’ ἡμέραν ἕκαστος ,ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους συγγράψαντες εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οἳ ἐπεὶ πᾶσιν ἤρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνε- γράφησαν δέκα· ὅσα γὰρ φυλακῆς ἐκρίθησαν ἄξια, ἐν σανιδίοις ἐθησαυρίζοντο. Ἐκεῖνοι μὲν οὖν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν τὴν ἀρχήν, ἕτεροι δ’ αὖθις αἱρεθέντες δέκα ὥσπερ ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονηθέντες ἐξώκει- λαν. πάντες γὰρ ἄμα ἀπὸ τῆς ἴσης ἦρχον, καὶ νεα- νίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμε- νοι πολλὰ δι’ αὐτῶν ἐποίουν καὶ βίαια · ὀψὲ δέ ποτε ἐπ’ ἐξόδῳ τοῦ ἔτους ὀλίγα ἄττα ἐν δύο σανίσι προσέγραψαν, ἔγραψαν, ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ’ ὧν οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους Ῥωμαίοις γενήσεσθαι ἔμελλον. Αἱ μὲν οὖν λεγόμεναι δώδεκα δέλτοι οὕτως τότε ἐγένοντο οἶ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ' ἔπραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ἔτι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες ,καὶ μηδὲ τὴν βουλὴν ἢ τόν δῆμον ἀθροίζοντες, ἵνα μὴ συνελθόντες παύσωσιν αὐτούς. Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομένων κατὰ Ρωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευά- σαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Ὄππιος καὶ Ἄππιος Κλαύδιος κατὰ χώραν ἔμειναν, οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν. Πάντα μέντοι ἀπλῶς καὶ τὰ ἐν τῷ ἄστει καὶ τὰ ἐν τοῖς στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αὖθις συνηνέχθη. ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σαβίνων γῆν οἷ στρατιάρχαι Λούκιόν τινα Σίκιον, ἄκρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ’ ἑτέρων ὥς τι χωρίον καταλη- ψόμενον ἔπεμψαν, καὶ διὰ τόν συνεκπεμφθέντων αὐτῷ τὸν ἄνδρα διέφθειραν. λόγου δ’ εἰς τὸ στρατό- πεδον γεγονότος ὡς παρὰ πολεμίων τοῦ ἀνδρὸς σὺν ἄλλοις ἀνῃρημένου ,οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑ- ρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, οὓς ὁ Σίκιος ἐπιθεμένους αὐτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς οὖν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς αὐτὸν εἶδον, ὑπετόπασαν τὸ γενόμενον καὶ μέντοι καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον. Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ὢν καὶ θυγατέρα ἔχων περικαλλῆ Λουκίῳ Ἰκιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν ἔμελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλα- γωγῆσαι αὐτήν · καὶ δικαστὴς ἦν ἐκεῖνος. ἐλθὼν οὖν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιο- λογεῖτο. ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐ- δεὶς ἐπήμυνεν ,ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρατιώτας ὡς εἶχεν ἐξώρμησεν. οὓς οὐδὲ πρὶν εὖ διακειμένους οὕτως ἐτάραξεν ὥστε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ἕτεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ’ ἔμα- θον, τό τε τάφρευμα ἐξέλιπον ,καὶ συμμίξαντες τοῖς λοιποῖς ἄνδρας εἴκοσιν ἑαυτῶν προεστήσαντο ,καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πράξαι. καὶ τὸ ἄλλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ’ αὐτῶν ἐθορύβει. Ἐν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, Ὄππιος δὲ τήν τε βουλὴν ἥθροισε καὶ πέμψας ἐπύθετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλέριον Λούκιον καὶ τόν Ὁράτιον Μάρκον, ἄνδρας ἐκ τῶν βουλευτῶν αὐτοῖς προσκειμένους ,πεμφθῆναι σφίσιν ἐζήτουν, ὥς τι δι’ ἐκείνων ἀποκρινούμενοι. ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα ἀρχόντων, ἤδη γὰρ πάντες παρῆσαν ,μὴ στρατηγοῖς αὐτοῖς κατ’ αὐτῶν χρήσαιντο, ἔτι μᾶλλον ὠργίζοντο. φόβος οὖν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέ. . τριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλέριον σφίσι καὶ τὸν Ὁράτιον ἔπεμψαν. κἀκ τούτου συναλλαγῆς γενομένης τοῖς μὲν θορυβή- σασιν ἄδεια τῶν πραχθέντων ἐδόθη καὶ ἡ δεκαρχία κατελύθη ,αἱ δὲ ἐπέτειοι ἀρχαὶ αἵ τε λοιπαὶ καὶ αἶ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ’ οἷσπερ ἦσαν χαἰ πρότερον. ἀποδειχθέντες δὲ ἄρχοντες ἄλλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Ὄππιον τόν τε Ελαύδιον εἰς δεσμωτήριον ἐνέβαλον ,οἳ πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο ,τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν.