# Epitome historiarum (lib. 1‑18) 7.2

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/7.2

Αὐξανόμενοι δὲ θυμοειδεῖς ἦσαν καὶ ἀνδρώδεις ἀμφότεροι · ὁ δὲ Ῥωμύλος ἐδόκει συνέσει διαφορώτερος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν ἢ πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ Ἀμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ Ῥώμῳ σὺν ὀλίγοις ἄλλοις βαδίζοντι οἶ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συνέλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ὃς πρὸς Ἀμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελφὸς ὤν καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν Ῥῶμον ὡς βούλοιτο χρήσασθαι. ὅς οἴκοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμάζων, ἀνέκρινεν ὅστις εἴη καὶ ὅθεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ἔλεγεν ὡς ‘‘δίδυμοι μέν ἐσμεν ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τρο- φαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰωνοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων , ἣ ἔτι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων.’’ Ὁ μὲν οὖν Νομίτωρ τοῖς τε λόγοις τοῦ Ῥώμου καὶ τῇ ὄψει πρὸς ἔννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυγατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ Ρώμου μαθὼν σύλληψιν τὸν μὲν Ῥωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέσεως, πρότερον γὰρ ὑπῃνίττετο, ὥστ’ αὐτοὺς μὴ μικροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ Ἀμουλίου φρουροῖς ὑφορώμενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις , οὐκ ἔλαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπολαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον τὴν σκάφην προήγαγον. ἔτυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων· ὃς τὴν σκάφην γνωρίσας, δραμὼν φράζει τῷ Ἀμουλίῳ. καὶ ὁ Φαυστοῦλος ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Ἄλβης νέμοντας εἶναι· τὴν δὲ σκάφην πρὸς τὴν Ἰλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις Ἀμούλιος ἄνδρα πρὸς τὸν Νομίτωρα πέπομφε πυνθανόμενος εἴ τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. ἦν δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν οὖν καὶ ἐν περιπλοκαῖς τοῦ Ῥώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτός δὲ συνέπραττεν. πράττεν. ἄρτι δὲ καὶ ὁ Ρωμύλος ἐγγὺς ἦν, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ Ἀμουλίου. ὃς οὕτω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν οὔτε πράξας οὔτε βουλεύσας σωτήριον ἀνῃρέθη.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
