Ancient Greek · ~15 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.20.1
Not analysed yet
ἐχρῆτό τινι. χρόνον μὲν οὑν τινα εἰρνήν πρὸς ἀλλήλους καὶ πρὸς τοὺς περιοίκους ἤγαγον· εἶτα λιμοῦ ἐπικρατήσαντος, ὥστε τινὰς καὶ εἰς τὸν ποταμὸν ἑαυτοὺς ἐμβαλεῖν μὴ φέροντας τὸν λιμόν, ἐστασίασαν. οἱ μὲν γὰρ τοὺς εὐπόρους ὡς περὶ τὸν σῖτον κακουργοῦντας ἐν αἰτίᾳ πεποίηντο ,οἱ δὲ τοὺς πένητας ὡς τὴν γῆν μὴ βουλομένους ἐργάζεσθαι. ἰδὼν δὲ τοῦτο Σπούριος Μάλιος, ἀνὴρ ἱππεὺς πλούσιος, τυραννίδι ἐπικεχείρηκε, καὶ σῖτον ἐκ τῆς περιχώρου πριάμενος πολλοῖς μὲν ἐπευωνίζων, πολλοῖς δὲ καὶ προῖκα ἐδίδου, κἀκ τούτου συχνοὺς προσοικειωσάμενος, ὅπλα τε ἐπορίσατο καὶ φρουρούς· καὶ ἐκράτησεν ἂν τῆς πόλεως, εἰ μὴ Μινούκιος Αὐγουρῖνος, ἀνὴρ εὐπατρίδης, ἐπὶ τῇ σιτοδοσίᾳ τεταγμένος καὶ αἰτιώμενος ἐπὶ τῇ σιτοδείᾳ, εἰσήγγειλε τῇ βουλῇ τὸ πραττόμενον. ἡ δὲ γερουσία μαθοῦσα τὸ μήνυμα δικτάτωρα παραυτίκα ἐν τῷ συνεδρίῳ ἀνεῖπε τὸν Κυῒντιον τὸν Λούκιον τὸν Κικινάτον, καὶ ταῦτα παρήλικα ὄντα· ὀγδοηκοντούτης γὰρ ἦν. κἀκεῖ τὴν ἡμέραν πᾶσαν ἀνάλωσαν συγκαθήμενοι, ὥς τι δὴ βουλευόμενοι ,ἔνα μὴ τὸ γεγονὸς ἐκφοιτήσῃ. νυκτὸς δ' ὁ δικτάτωρ τὸ Καπιτώλιον καὶ τὰ λοιπὰ τὰ ἐπικαιρότατα διὰ τῶν ἰππέων προκαταλαβών ,ἔωθεν ἐπὶ τὸν Μάλιον ἔπεμψε Γάιον Σερουίλιον τὸν ἵππαρχον, ὡς δι’ ἄλλο τι ἐκεῖνον μετακαλοῦ μένος. ὁ δέ, ὑποτοπήσαντός τι τοῦ Μαλίου καὶ διαμέλλοντος, δείσας μὴ ὑπὸ ’τον πλήθους ἐξαρπασθῇ ,ἤδη γὰρ συνέτρεχον ,ἔκτεινε τὸν ἄνδρα ,ἢ αὐτογνωμονήσας ἢ τοῦτο κεκελευσμένος πρὸς τοῦ δικτάτωρος. θορυβηθέντος δ' ἐπὶ τούτῳ τοῦ πλήθους ὁ Κυΐντιος δημηγορήσας καὶ σῖτον σφίσι παρασχὼν καὶ μή τινα ἕτερον ἢ κολάσας ἢ ἐπαιτιασάμενος τὸν θόρυβον ἔπαυσε. Πολέμων δὲ τοῖς Ῥωμαίοις ἐκ διαφόρων ἐθνῶν ἐπενηνεγμένων ,τοὺς μὲν ἐν ὀλίγαις ἡμέραις ἐνίκησαν, τοῖς δὲ Τυρσηνοῖς ἐπὶ μακρὸν ἐπολέμησαν. Πλστουμέου δὲ νενικηκότος τοὺς Αἰκουοὺς καὶ μεγάλην πόλιν ἑλόντος αὐτῶν ,ὅτι μήτ’ ἐκείνην οἱ στρατιῶται εἰς προνομὴν ἐξεχωρήθησαν μήτε τι τῆς λείας αἰτήσαντες ἔλαβον ,τόν τε ταμίαν τὸν διατιθέμενον αὐτὴν περιστάντες ἐφόνευσαν καὶ τὸν Ποστούμιον ἐπιτιμῶντα αὐτοῖς ἐπὶ τούτῳ καὶ ζητοῦντα τοὺς αὐτόχειρας προσαπέκτειναν, καὶ τὴν χώραν οὐ τὴν αἰχμάλωτον μόνον, ἀλλὰ καὶ πάσαν προσένειμαν ἑαυτοῖς τὴν ἐν τῷ δημοσίῳ τότε τυγχάνουσαν. κἂν ἐπὶ πλεῖστον ἡ στάσις διήρκεσεν ,εἰ μὴ πόλεμος αὖθις Ρωμαίοις παρὰ τῶν Αἰκουῶν ἐπενήνεκτο. φοβηθέντες γὰρ διὰ τοῦτο ἡσύχασαν ,καὶ τὴν τιμωρίαν τῶν φόνων εἰς ὀλίγους ἐλθοῦσαν ὑπέμειναν, καὶ ἐπὶ τοὺς ἐναντίους στρατεύσαντες μάχῃ αὐτοὺς νενικήκασι. διὸ τήν τε λείαν αὐτοῖς οἱ δυνατοὶ διέδοσαν καὶ μισθὸν τοῖς πεζοῖς, εἶτα καὶ τοῖς ἱππεῦσιν ἐψηφίσαντο· ἀμισθὶ γὰρ μέχρι τότε καὶ οἰκόσιτοι ἐστρατεύοντο· τότε δὲ πρῶτον μισθοφορεῖν ἤρξαντο. Πολέμου δὲ αὐτοῖς πρὸς Οὐιέντας συστάντος, ἴως μὲν κατὰ σφὰς ἐπολέμουν ἐκεῖνοι ,πολλάκις αὐτοὺς οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ ἐς πολιορκίαν κατέστησαν· προσγενομένων δὲ αὐτοῖς συμμάχων ἐπεξῆλθον τοῖς Ῥωμαίοις καὶ ἐπεκράτησαν. ἐν τούτοις δὲ ἡ πρὸς τῷ ὄρει τῷ Ἀλβανῷ οὔσα λίμνη, ὑπὸ τόν πέριξ αὐτῆς περικλειομένη λόφων καὶ μὴ ἔχουσα ἐκροήν, κατὰ τὸν τῆς πολιορκίας τῶν Οὐιεντῶν καιρὸν ἐς τοσοῦτον ἐπλήμμυρεν ὡς ὑπερεκχεῖσθαι καὶ τῶν ὀρῶν καὶ κατιέναι πρὸς θάλασσαν. κρίναντες δ’ οἱ Ῥωμαῖοι πάντως τι διὰ τούτου θεῖον σημαίνεσθαι, μαίνεσθαι, ἔπεμψαν εἰς Δελφοὺς περὶ τούτου χρησόμενοι. ἦν δέ τις καὶ παρὰ τοῖς Οὐιένταις Τυρσηνὸς ἀνὴρ μαντικός. ἐς ταὐτὸν οὖν ἥ τε Πυθία καὶ ἡ ἐκείνου μαντεία συνέδραμον· καὶ ἄμφω γὰρ ἁλώσεσθαι τὴν πόλιν εἶπον ὅταν τό ὕδωρ τὸ πλημμυρῆσαν μὴ ἐς θάλασσαν ἐκπέσῃ ,ἀλλ’ ἀναλωθείη ἑτέρωθι, καί τινας ἱερουργέας διὰ τοῦτο γενέσθαι ἐκέλευσαν. ἀλλ’ ὁ μὲν Πύθιος οὔτε τίσι θεῶν οὔθ’ ὅπως αὐτὰς ποιήσουσι διεσάφησεν, ὁ δὲ Τυρσηνὸς ἐῴκει μὲν εἰδέναι, οὐδὲν δὲ ἐδήλου. οἱ γοῦν περὶ τὸ τεῖχος, ὅθεν ἐκεῖνος ὡμίλει, τεταγμένοι Ῥωμαῖοι, φιλίαν πρὸς ἐκεῖνον ὑποκριθέντες, τά τε ἄλλα θαρρεῖν αὐτῷ ἐνεδίδουν καὶ ἀδεῶς ἐπέτρεπον ἐκφοιτᾶν· καὶ οὕτω συλλαβόντες αὐτὸν πάντα τὰ καθήκοντα ἠνάγκασαν ἐξειπεῖν. καὶ κατὰ τὴν ὑποθήκην ἐκείνου τάς τε θυσίας ἐποίη(?)αν καὶ τὸν λόφον διέτρησαν καὶ τὸ πλεονάζον ὕδωρ εἰς τὸ πεδίον κρυπτῇ διώρυχι μετωχέτευσαν, ὥσθ’ ἅπαν ἐν αὐτῷ ἀναλίσκεσθαι καὶ μή τι καταρρέειν εἰς θάλασσαν.