# Epitome historiarum (lib. 1‑18) 7.21.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/7.21.1

Αρτι μὲν οὑν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη Μάρκιος θούριος Κάμιλλος. ὃς προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν ἤνυεν, ὑπόγειον ὠρύξατο δίοδον πόρρωθεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρεσκευασμένου δὲ ἤδη τοῦ ὑπονόμου , ἐπεὶ πολλοὶ καὶ ἀπὸ τῆς Ῥώμης αὐτῷ προσεχώρησαν ἐθελονταί , παραλαβὼν κἀκείνους πρόσ’ ἔβαλε τῇ πόλει καὶ πανταχόθεν τὸ τεῖχος ἐκύκλωσε· τῶν δ' ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ἔλαθον ἕτεροι διὰ τῶν ὑπονόμων γεγονότες ἐντός. ἁλούσης δὲ τῆς πόλεως καὶ τῶν Ῥωμαίων διαρπαζόντων τὰ ἐν αὐτῇ , ὁρῶν ἀπὸ τῆς ἄκρας ὁ Κάμιλλος τὰ πραττόμενα ἐστέναξε καὶ ἐδάκρυσε καί “ ὦ θεοί’’, ἔφη, “ εἴ ὀφείλεται νέμεσις τῆσδε τῆς εὐπραγίας ἀντίστροφος, εὔχομαι ταύτην εἰς ἐμαυτὸν τελευτῆσαι.’ τὴν δὲ τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ Ἀπόλλωνι, εὐχήν τοῦτο πρὶν ποιησάμενος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ’ οὑ τιμὴ αὐταῖς παραχρῆμα ἐψήφιστο ἡ δὲ ἢν τὸ ἐπ’ ὀχημάτων αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδιζούσαις πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προσώχθισεν ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν ὅτι τὴν τῶν λαφύρων οὐκ ἐν τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ' ὅτι τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καὶ πρῶτος Ῥωμαίων μαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια ἔπεμψεν. Ἡ δὲ τῶν ἐπινικίων πομπή, ἣν καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις ἐγίνετο. ὅτε τι κατωρθώθη μέγα καὶ ἐπινικίων ἐπάξιον , αὐτοκράτωρ αὐτίκα ὁ στρα- τηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο , καὶ κλῶνας δάφνης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγγέλλουσι τῇ πόλει κομίζειν ἐδίδου. δοῦ. ἐλθὼν δὲ οἴκαδε τὴν γερουσίαν συνήθροιζε καὶ ᾔτει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ἔτυχε ψήφου παρά τε τῆς βουλῇς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτοκράτορος. καὶ εῖ μὲν ἐν τῇ ἀρχῇ ἦν ἔτι, ἐν ἡ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πανηγυρίζων ἐκέχρητο. εἰ δ' ὁ χρόνος παρελήλυθε τῆς ἀρχῆς , ἄλλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ὄωομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐνσκευασάμενος δὲ τῇ ἐπινικίῳ σκευῇ, καὶ περιβραχιόνια λαβῶν στέφανόν τε δάφνης ἀναδησάμενος καὶ κλάδον κρατῶν ἐν τῇ δεξιᾷ, τὸν δῆμον συνεκάλει · καὶ ἐπαινέσας τοὺς συστρατευσαμένους αὐτῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα , ἐτίμα δὲ καὶ κόσμῳ, περιβραχιόνιά τέ τισι καὶ δόρατα ἀσίδηρα δηρὰ παρεῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, τοὔνομά τε ἑκάστου καὶ τῆς ἀριστείας φέροντας τὸ ἐκτύπωμα. εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος εἶδος ἔφερεν· ἢ καὶ ἐξεπολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκόσμητο· ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετετύπωτο. ὁ δὲ πολίτην λιτὴν τινὰ ἐκ μάχης ἢ ἑτέρου κινδύνου ἤ ἐκ πολιορκίας σώσας μέγιστόν τε εἶχε τὸν ἔπαινον καὶ ἐλάμβανε στέφανον γινόμενον ἐκ δρυός, ὃς πολὺ πάντων καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ’ ἄνδρα μόνον ἀριστεύσαντα ταύτα ἐδίδοτο, ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ὅλοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς στρατευσαμένοις διανενέμητο· ἤδη δέ τινες καὶ παντὶ τῶ δήμῳ διέδοσαν καὶ ἐδαπάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, καὶ εἴ τι περιελέλειπτο , εἰς ναούς, εἰς στοὰς ἢ καί τι ἕτερον δημόσιον ἔργον ἀνήλισκον. Ταῦθ’ ὁ πομπεὺς ποιήσας εἰς τὸ ἅρμα ἀνέβαινε. τὸ δὲ δὴ ἄρμα οὔτ’ ἀγωνιστηρίῳ οὔτε πολεμιστηρίῳ ἦν ἐμφερές, ἀλλ’ ἐς πύργου περιφεροῦς τρόπον ἐξείργαστο. καὶ οὐ μόνος ἦν ἐν τῷ ἅρματι, ἀλλ’ ἄν γε καὶ παῖδας ἤ συγγενεῖς τινας εἶχε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ ἄρρενα τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, τοὺς δὲ ἁδροτέρους ἐπὶ τοὺς ἵππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο · εἶ δὲ πλείους ἤσαν, ἐπὶ κελήτων τῷ πομπεῖ παριππεύοντες συνεπόμπευον. τῶν δ' ἄλλων οὐδεὶς ὠχεῖτο, ἀλλ' ἐστεμμένοι δάφνη πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ’ αὐτοῦ παρωχεῖτο τοῦ ἅρματος, τὸν στεφάνου τῶν λίθων τῶν χρυσοδέτων ὑπερανέχων αὐτοῦ, καὶ ἔλεγε πρὸς αὐτόν “ὀπίσω βλέπε, ” τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφεξῆς προσκόπει τοῦ βίου, μηδ’ ὑπὸ τῖόν παρόντων ἐπαρθῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο καὶ μάστιξ τοῦ ἅρματος , ἐνδεικτικὰ τοῦ καὶ δυστυχῆσαι αὐτὸν δύνασθαι , ὥστε καὶ αἰκισθῆναι ἢ καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι καταδικασθέντας θανεῖν νενόμιστο κωδωνοφορεῖν, ἕνα μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγχριπτόμενος μιάσματος ἀναπίμπληται. οὕτω δὲ σταλέντες εἰσῄεσαν εἰς τὴν πόλιν, ἔχοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμάλωτα φρούρια ἠσκημένα, πόλεις τε καὶ ὄρη καὶ ποταμούς, λίμνας, θαλάσσας, τά τε σύμπαντα ὅσα ἑαλώκεσαν. καὶ εἰ μὲν μία ἡμέρα ἦν ἐξαρκοῦσα πρὸς τὴν τούτων πομπήν· εἶ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμπετο. προδιελθόντων δ’ ἐκείνων οὕτως ὁ πομπεὺς εἰς τὴν Ῥωμαίαν κομισθεὶς ἀγοράν, καὶ τῶν αἰχμαλώτων λωτῶν τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι καὶ θανατωθῆναι κελεύσας , ἀνήλαυνεν εἰς τὸ Καπιτώλιον, καί τινας ἐκεῖ τελετὰς πληρώσας, καὶ προσαγαγὼν ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οἴκαδε μετ’ αὐλῶν καὶ συρίγγων ἀπήρχετο. τοιαῦτα μὲν ἤσαν πάλαι τὰ νικητήρια · αἱ δὲ στάσεις αἵ τε δυναστείαι πλεῖστα ἐνεωτέρισαν ἐπ’ αὐτοῖς.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
