# Epitome historiarum (lib. 1‑18) 7.6

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/7.6

Τοῦ δὲ Νομᾶ τελευτήσαντος καὶ μηδένα κατα- λιπόντος διάδοχον, Ὁστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ὃς τὰ πλείστα τῶν τοῦ Νομᾶ χλευάσας ἠθῶν τὸν Ῥωμύλον ἐζήλωσε , καὶ πρὸς μάχας αὐτός τε ὥρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπαγῆς γοῦν γενομένης παρὰ Ῥωμαίων ἐξ ὥρμησαν πρὸς μάχην ἑκάτεροι· πρὸ δὲ τοῦ συμβαλεῖν κατηλλάγησαν, καὶ ἐς μίαν πόλιν ἀμφοῖν ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ ἕτερον εἰς ταύτην ἀξιοῦντος μετα- ναστεῦσαι, ἀπέστησαν τοῦ σκοποῦ. εἶτα περὶ τῆς ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρεχώρει αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρχῆς. οὔτε δὲ τοῖς στρατοπέδοις ὅλοις ἐδόκει μαχέσασθαι οὔτε μγ̀ν μονομαχίᾳ κριθήσεσθαι. ἦσαν δὲ παρ’ ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονό- τες διδύμων , ἰσήλικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν · ἐκαλοῦντο δὲ οἱ μὲν τῶν Ῥωμαίων οἱ δὲ τῶν Ἀλβανῶν Κουριάται. τούτους εἰς μάχην προεβάλοντο , παρ’ οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ δὲ ὁπλισάμενοι καὶ ἐν τό μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξάμενοι θεούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν ἥλιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ’ ἕνα ἐμάχοντο. τέλος δὲ τῶν μὲν Ρωμαίων τῶν δύο πεσόντων, τῶν δὲ Ἀλβανῶν τρωθέντων, ὁ Ὁράτιος ὁ κατάλοιπος, ὅτι τοῖς τρισὶν ἄμα, εἰ καὶ ἄτρωτος ἦν, οὐκ ἠδύνατο ἀντιτάξασθαι, ἐνέκλινεν, ὡς ἂν διώκοντες αὐτὸν σκεδασθῶσι· κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκάστῳ ἐπιτιθέμενος ἅπαντας διεχρήσατο. κἀντεῦθεν τετίμητο· ὅτι δὲ καὶ τὴν ἀδελφὴν ὀλοφυρομένην, ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέροντα τὸν Ὁράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον ἔκκλητον αἰτήσας ἀφείθη. Οἱ δὲ Ἀλβανοὶ τότε μὲν ὑπήκοοι τῶν Ῥωμαίων ἐγένοντο, ὕστερον δὲ τὰς συνθήκας ἀθετήσαντες, καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες, μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπιχειρήσαντες καὶ συνεπιθέσθαι Ῥωμαίος, γνωσθέντες ἐκολάσθησαν· καὶ πολλοὶ μὲν ἐκτάνθησαν καὶ ὁ αὐτῶν ἐξηγούμενος Μέττιος, οἶ ἄλλοι δὲ μετανάστασιν ἔπαθον, καὶ ἡ πόλις αὐτῶν Ἄλβα κατεσκάφη, πεντακόσιά που ἔτη Ῥωμαίοις νομισθεῖσα μητρό- πολις. Πρὸς μὲν οὖν τοὺς πολεμίους ὁ Τοῦλλος κράτιστος ἔδοξε, τοῦ θείου δὲ παρημέλει. νόσου δ’ ἐνσκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς δεισιδαιμονίαν ἀπέκλινεν. ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος καταφλεχθεὶς ὑπὸ κεραυνῶν, ἣ ἐπιβουλευθεὶς ὑπὸ Μαρκίου Ἄγκου, ὃς θυγατριδοῦς ἐτύγχανεν, ὡς εἴρηται, τοῦ Νομᾶ. ἐβασίλευσε δὲ Ῥωμαίων ἔτη δύο ἐπὶ τριάκοντα.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
