# Epitome historiarum (lib. 1‑18) 8.10.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/8.10.1

Καὶ οἶ μὲν ὕπατοι διὰ τὸν χειμῶνα εἰς τὸ Ῥήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδῶ τὸ πλείον’ ἐκόμισαν τοῦ στρατοῦ, ἔν ἐκεῖθεν τῇ Ῥώμῃ ἐπίθωνται, καὶ ἢ τέλεον οὕτω τῆς Σικελίας ἐκστήσωσιν ἢ διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ’ οὔτε τούτου οὔτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ Ῥωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν δύναμιν ἔπεμψαν μετὰ Ποστουμίου Ἀλβίνου καὶ μετὰ Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς οἱ ὕπατοι ἐπ’ Ἀκράγαντα ὥρμησαν, κἀνταῦθα Ἀννίβαν τὸν Γίσγωνος ἐπολιόρκουν. ὃ οἶ ἐν Καρχηδόνι πυθόμενοι Ἄννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα ἔπεμψαν. ὁ δὲ ἐς Ἡράκλειαν ἐλθὼν οὐ πόρρω οὖσαν Ἀκράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ᾿ ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, εἶθ’ ὕστερον ἐκεῖνον οἱ Ῥωμαῖοι προυκέκληντο. ἕως μὲν γὰρ ἄφθονον εἶχον οἱ Ῥωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρήσειν ἤλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Ἄννων δὲ ὤκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθήσεσθαι. διὸ οἴ τε ἄλλοι τὰ τῶν Ῥωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ Ἱέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς ἔπεμψεν, ὥστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι. Ἄννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν ᾿Αννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου προσπεσεῖσθαι. ὃμαθόντες οἱ ὕπατοι ἡσύχαζον, ὥστε τὸν Ἄννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ἔπεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἐσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, ἔκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἶ Ῥωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ’ Ἀννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν Ρωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων τῶν αὐτάς. ὁ δ᾿ Ἄννων εἰς τὴν Ἡράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ Ἀννίβας νυκτὸς ἐκδρᾶναι τοῦ Ἀκράγαντος βουλευσάμενος αὐτὸς μὲν ἔλαθεν, οἱ δ’ ἄλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν Ἀκραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης ἔτυχον οἱ Ἀκραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν ἄπαντες. Καὶ οἱ μὲν ὕπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ᾿ οἱ κατὰ Ἄννωνος, καὶ Ἀμίλκαν ἀντ’ αὐτοῦ τὸν Βαρκίδην ἀπέστειλαν, ἄνδρα τῶν ὁμοφύλων πλὴν τοῦ Ἀννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, Ἀννίβαν δὲ ναυαρχοῦντα ἐς Ἰταλίαν ἔπεμψε τὰ παράλια αὐτῆς κακουργήσοντα, ἵνα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἀλλ’ οὐκ ἔτυχε τοῦ σκοποῦ· καταστήσαντες ἀντ’ ἐς γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν ἦλθον. οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ὁ δὲ Ἀμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ὅτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθείς μὴ προσχωρήσωσι τοῖς Ῥωμαίοις διέφθειρε, πέμψας αὐτοὺς εἴς τινα τῶν ὑπὸ Ῥωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ἔλευσιν· ὅθεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τόν Ῥωμαίων ἀπέθανον. Ἀπελθόντων δὲ τῶν ὑπάτων οἴκαδε ὁ Ἀμίλκας καὶ τὴν Ἰταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθόμενοι δὲ ταῦτα οἶ Ρωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουί- τὸν ἕτερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ἔπεμψαν. ὃς τοῦ κατὰ γῆν πολέμου ὃν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ἔπλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ’ ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς οὖν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ Ἀννίβου περιεστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς ἄμυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνε- βίβασεν εἰς τὴν ἑαυτοῦ τριήρη τόν τε ὕπατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντ’ εὐξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
