# Epitome historiarum (lib. 1‑18) 8.17.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/8.17.1

Καὶ Δουτάτιος Κατύλος ὕπατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλέριος Φλάκκος ἀστυνομῶν. οἳ ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ Δρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν. καὶ εἷλον ἂν αὐτό, εἰ μὴ τοῦ ὑπάτου τρωθέντος περὶ ἐκεῖνον οἱ στρατιῶται ἀπησχολήθησαν. κἀν τούτῳ μαθόντες τοὺς πολεμίους οἴκοθεν ἥκειν ναυτικῷ πλήθει, Ἄννωνος ναυαρχοῦντος, πρὸς ἐκείνους ἐτράποντο. καὶ ἀντιπαραταξαμένων αὐτῶν ἄστρον τι λαμπαδῶδες ὕπερθεν τῶν Ῥωμαίων φανὲν ἐξ ἀριστερὰς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατέσκηψεν. ἐγένετο δ’ ἡ ναυμαχία καὶ ἐπ’ ἀμφοῖν καρτερὰ δι’ ἄλλα τε καὶ ἵνα οἱ μὲν Καρχηδόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς Ῥωμαίους τοῦ ναυτικοῦ καταστήσωσιν, οἶ δ’ ἵνα καὶ τὰς προτέρας ἀνακαλέσωνται συμφοράς. ὅμως δ’ οὖν οἶ Ῥωμαῖοι τὴν νίκην ἤραντο ’ τὰ γὰρ τῶν Καρχηδονίων σκάφη, φορτία φέροντα πρὸς τοῖς ἄλλοις καὶ σῖτον καὶ χρήματα, ἐβαρύνοντο. Ὁ δ’ Ἄννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα ἠπείχθη. οἱ Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέσβεις δὲ πρὸς εἰρήνην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς ἢν τὸν πόλεμον καταλύσασθαι, ὅτι ἐπ᾿ ἐξόδῳ οὔσης αὐτῷ τῆς ἀρχῆς οὔτε δι᾿ ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα ἤλπιζεν οὔτε τοῖς διαδόχοις τὴν δόξαν τόν ἑαυτοῦ πόνων καταλιπεῖν ἤθελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ἵν᾿ ἐς τὴν ῾Ρώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι ᾿Ρωμαίοις καὶ πάσας τὰς πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ Ἱέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν ἅμα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ ὕστερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς δ᾿ ἑαυτῶν πρίασθαι. Τοιαύτη μὲν οὖν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ Ἀμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οἴκαδε πρὶν τοὺς ὅρκους ἐπενεχθῆναι, οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ τήν τε νίκην διὰ βραχέος ἔμαθον καὶ ἐπήρθησαν ὡς κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόντων οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην ἔχειν ἅπασαν ἤλπιζον. διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολογίαις ἐν ἔμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπηγόρευσαν σφίσι μήτε τὴν Ἰταλίαν μήτε τὴν ἔξω συμμαχίδα σφῶν μακραῖς ναυσὶ παραπλεῖν ἢ μισθοφόροις τισὶν ἀπ᾿ αὐτῶν κεχρῆσθαι. Ὁ μὲν οὖν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος τοῖς ῾Ρωμαίοις εἰς τοῦτο κατέληξε τετάρτῳ ἔτει καὶ εἰκοστῷ, καὶ ἐπ᾿ αὐτῷ ἤγαγεν ὁ Κατύλος τὰ ἐπινίκια, Εύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικε- λίαν καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο ’ καὶ τὰ ὅπλα τῶν ἐν αὐτῇ ἀφείλοντο. Σικελία μὲν οὖν οὕτως ὑπὸ Ῥωμαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ Ἱέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς Καρχηδονίους φιλία ἢν αὐτοῖς. Ἄμφω δ' αὖθις εἰς πολέμους ἑτέρους χωρὶς μετ’ ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οἵ τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δουλεῦον τὸ ἐν τῇ πόλει καὶ τόν ὁμορούντων πολλοὶ πρὸς τὰς συμφορὰς αὐτῶν συνεπέθεντο. οἵ γε μὴν Ρωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς τῶν πολεμούντων ἐκείνοις , οὔθ’ ὑπήκουσαν , ἀλλὰ καὶ ἀντιπρεσβευσάμενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τόν Καρχηδονίων ὅσους εἶχον ἀφῆκαν προῖκα, καὶ σῖτον ἔπεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέτρεψαν, δόξαν ἐπιεικείας θηρώμενοι μᾶλλον ἢ τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. ὅθεν πράγματα ἕψον εἰσέπειτα· ὁ γὰρ Ἀμίλκας ἐκεῖνος ὁ Βαρχίδης, ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς Ῥωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦσαι, ἐς δὲ τὴν Ἰβηρίαν παρὰ γνώμην τῶν οἴκοι τελῶν ἀπῆρεν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
