# Epitome historiarum (lib. 1‑18) 8.18.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/8.18.1

Ἀλλὰ ταῦτα μὲν ἐγένετο ὕστερον, τότε δὲ καὶ οἱ Ῥωμαῖοι Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρκουάτος τὴν χώραν αὐτῶν ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ' ἱππεῦσιν ἐκράτησε. καὶ αὖθις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε ὅπλα αὐτῶν καὶ τὴν ἵππον καὶ τὰ ἔπιπλα καὶ τὸ δουλεῦον καὶ τὸ ἥμισυ τῆς χώρας ἀφείλετο. ὕστερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ὄρος ἐρυμνὸν ἱδρυμένη κατεσκάφη, ἑτέρα δ’ ᾠκοδομήθη εὐέφοδος. μετὰ δὲ τοῦτο ἐπολέμησαν αὖθις πολέμους πρός τε Βοουίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλησιοχώρους καὶ πρὸς Λιγύων τινάς. τοὺς μὲν οὖν Λίγυας Σεμπρώνιος Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡττήθη, εἶτα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς Ῥώμης ἥκειν , ὁμόσε αὖθις τοῖς Γαλάταις ἐχώρησεν, ἔν ἢ καθ’ ἑαυτὸν νικήσῃ ἢ ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον ἢ ζῶν αἰσχύνην ὀφλεῖν προείλετο ’ καί πὼς κατὰ τύχην ἐκράτησε. Τότε μὲν οὖν ταῦθ’ οὕτως τοῖς Ῥωμαίοις συνήντησαν, καὶ Σαρδῶ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ χρήματά τε αὖθις ἔλαβον, ἐγκαλέσαντες αὐτοῖς βλάπτειν σφῶν τοὺς πλέοντας· οὔπω γὰρ κρατυνθέντες οἱ Καρχηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδοίκεσαν ’ τῷ δ' ἐξῆς ἔτει Λούκιος Λέντουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, ἕως μὲν ὁμοῦ διῆγον, ἦσαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα ἤρξαντο, ὡς οὕτω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατέστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἶ βάρβαροι ἀνεκόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ ἐπὶ τοὺς Ῥωμαίους αὖθις ἐχώρησαν. ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Δεντούλου καὶ Λικινίου Οὐάρου ἤλπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ ἄνευ μάχης κατ’ ἀπ’ λῆξε ἱν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ Ἀρίμινον ἀπῄτουν καὶ τῆς πόλεως ὡς αὐτῶν οὔσης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ’ ὕπατοι μήτε συμβαλεῖν θαρροῦντες δι’ ὀλιγότητα μήτε τι προέσθαι τολμῶντες ἀνοχὰς ἔπραξαν, ὡς ἐς τὴν Ῥώμην πρεσβεύσωνται. οἶ δ’ ἐπὶ τὴν βουλὴν ἐλθόντες τὰ αὐτὰ εἶπον. ὡς δ’ οὐδενὸς οἱ πρέσβεις ὄν ᾔτουν ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ εὗρον ἐφθαρμένα σφίσι τὰ πράγματα ’ τινὲς γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φόβου τοὺς Ῥωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀντεῦθεν ἀπῆλθον οἴκαδε οἱ λοιποί , καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιήσαντο. Ἤδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προσπίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρεστήσατο. Οὔαρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς ἀπορίᾳ πλοίων περαιωθῆναι , Κλαύδιόν τινα Κλινέαν σὺν δυνάμει προέπεμψε. κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους ἦλθε , καὶ ὡς αὐτοκράτωρ τυγχάνων ἐσπείσατο. Οὔαρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις, ἕως αὐτοὺς ἐχειρώσατο. οἱ δὲ Ρωμαῖοι τὸ παρασπόνδημα ἀποπροσιούμενοι ἔπεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύδιον. ὡς δ’ οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, ὡς τοῖς σφόν ἐμπόροις λυμαινομένους , τοῦτο μὲν οὐκ ἐποίησαν, χρήματα δ' ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. ἔμελλον δὲ μηδ’ ὣς ἐς μακρὰν αἱ συνθῆκαι μένειν. τὰ μὲν οὖν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευσαν. καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ ἔπεισαν τοὺς Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς Ῥωμαίοις ἐπαναστῆναι. καὶ τούτοις οἶ Κύρνιοι προσαπεστησαν καὶ οἶ Λίγυες οὐχ ἡσύχασαν. Τῷ δ’ ἐπιγενομένῳ ἔτει τριχῇ τὰς δυνάμεις διελόμενοι Ῥωμαῖοι, ἔν ἅμα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν Ἀλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ τοὺς Κυρνίους , ἐς δὲ τὴν Σαρδῶ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον ἔπεμψαν. καὶ οἱ μὲν ὕπατοι οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέπραξαν ’ τοὺς δὲ Σαρδονίους μή τι φρονοῦντας μέτριον ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατεστρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν. ἐπεὶ δ' οἶ Ῥωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλλάγησαν , ἀπέστησαν αὐθις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν οὖν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας , ἐς δέ γε τὴν Σαρδῶ Πομπώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέμων ὄντας πολεμίους ἔκριναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφερουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκιον, ἓν ἑλέσθαι κελεύοντες ὁποῖον ἂν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε ἄλλα τραχύτερον ἀπεκρίναντο καὶ τόν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν εἶπον οὐδ’ ἕτερον, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον καταλείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους , ὤκνουν δὲ πολέμου κατάρξασθαι. Κινηθέντων δ’ αὖθις τῶν Σαρδονίων ἐπ’ αὐτοὺς οἶ ὕπατοι ἄμφω ἐστρατεύσαντο Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος. καὶ πολλὰ μὲν λάφυρα ἔλαβον, παρὰ δὲ τόν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃρέθησαν. διὸ μετὰ ταῦτα ἐπ’ ἀμφοτέρους οἱ Ῥωμαῖοι ἐτράποντο. καὶ Μάρκος μὲν Πομπώνιος Σαρδόνας ἔφερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς εὑρεῖν, κύνας ἐκ τῆς Ἰταλίας μετεπέμψατο εὔρινας, καὶ δι’ ἐκείνων τὴν στίβον καὶ τῶν ἀνθρώπων καὶ τόν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζόμενος δὲ πρὸς τὰ ὄρη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε ἂν ὕδατος ἀπορίᾳ ἀπώλεσεν , εἰ μή που "δωρ ὀψέ ἀνεφάνη καὶ ἔπεισε τοὺς Κυρνίους ὁμολογῆσαι.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
