# Epitome historiarum (lib. 1‑18) 8.19.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/8.19.1

Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἀμίλκας ὁ τῶν Καρχηδονίων στρατηγὸς πρὸς Ἰβήρων νικηθεὶς ἔθανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τόν Καρχηδονίων προήγαγον , καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ἕλκοντα αὐτὰς ὑποζύγια ἐπισπέρχοντες οἴστρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπασθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ ἄλλους πλείστους ἐφόνευσαν. καὶ ὁ μὲν ἐπὶ πλεῖστον ἀνθήσας οὕτως ἐτελεύτησε , τελευτήσαντα δὲ αὐτὸν Ἀσδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς Ἰβηρίας πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὁμώνυμον τῇ πατρίδι ἔκτισε. Τῶν δέ γε Βοουίων καὶ τῶν ἄλλων Γαλατῶν πολλὰ μὲν καὶ ἄλλα , πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων , δείσαντες οἱ Ῥωμαῖοι μήποτε κατ’ αὐτῶν τοῖς χρήμασι χρήσονται, ἀπεῖπον μηδένα ἀνδρὶ Γαλάτῃ μήτ’ ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰμίλιον καὶ Μάρκον Ἰούνιον εἰς τὴν Λιγυστικὴν ἀπά- ῥαντὰς, παρεσκευάζοντο εἰς τὴν Ῥώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων , καὶ ἐπ’ αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήντησαν αὐτοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν ὅτι οὐκ ἐπ’ ἐκείνους ἀπῄεσαν , ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας. Ῥωμαῖοι δὲ τόν τε Ἰόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου τῆς Ἑλληνικῆς ἥψαντο· πρόφασις δ’ αὐτοῖς τοῦ πλοῦ ἐγένετο ἥδε. Ἴσσα νῆσός ἐστιν ἐν τῷ Ἱονίῳ κόλπῳ κειμένη. οἶ γοῦν ταύτης κάτοικοι Ἱσσαῖοι καλούμενοι ἐθελονταὶ τοῖς Ῥωμαίοις παραδεδώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι Ἄγρωνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους Ἱλλυρικοῦ. πρὸς ὃν οἱ ὕπατοι πρέσβεις ἔπεμψαν. ἐκείνου δὲ τεθνεῶτος ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ἔτι , ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. ἡ τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρημάτισε, παρρησιασαμένους δὲ τοὺς μὲν ἔδησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ Ῥωμαίων πόλεμον ψηφισαμένων αὐτῇ κατέπτηξε , καὶ τούς τε σωζομένους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας ἔλεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ Ῥωμαίων τοὺς αὐτόχειρας ἐξαιτησαμένων οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν ἔστειλε στράτευμα. εἶτα αὖθις δείσασα Δημήτριόν τινα πρὸς τοὺς ὑπάτους ἔπεμψεν, ὡς ἑτοίμη πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυραν αὐτοῖς παρασχόμενον. τῶν δὲ πρὸς τὴν νῆσον περαιωθέντων ἀνεθάρσησεν αὖθις, οἶα γυνὴ κούφην ἔχουσα γνώμην καὶ εὐμετάβολον , καὶ πρὸς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν ἐξέπεμψε στρατιάν. τῶν δὲ Ρωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προσπλέοντα, πλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ Δημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς Ρωμαίους μεθεστηκότος καὶ ἄλλους αὐτομολῆσαι πεπεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ Δημήτριος ὡς τῷ παιδὶ ἐπιτροπεύσων εἰλήφει, οἶ δὲ Ῥωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃνέθησαν, καὶ τοῦ Ἰσθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς Ἀθηναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας σφῶν τῶν τε μυστηρίων μετέσχον. Τὸ δ’ Ἰλλυρικὸν ὄνομα πάλαι μὲν ἐν ἄλλοις ἐπεκέκλητο, ὕστερον δὲ ἐς τὴν ἄνω μεταβέβηκεν ἤπειρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν ἐντὸς του Αἵμου καὶ τὴν πρὸς τῇ Ῥοδόπῃ, καὶ ἔστιν ἐν τό μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Ἄλπεων τοῦ τε Αἴνου ποταμοῦ καὶ τοῦ Ἴστρου μέχρι τοῦ Εύξείνου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ἴστρου νέμεται. Λογίου δέ ποτε τοῖς Ῥωμαίοις ἐλθόντος Ἕλληνας καὶ Γαλάτας τὸ ἄστυ καταλήψεσθαι, Γαλάται δύο καὶ Ἕλληνες ἕτεροι ἔκ τε τοῦ ἄρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ἵν οὕτως ἐπιτελὲς τὸ πεπρωμένον γενέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται. Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι ὅτι στρατηγὸς Ῥωμαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπανέστησαν· αὖθις δὲ ἐδουλώθησαν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
