# Epitome historiarum (lib. 1‑18) 8.21.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/8.21.1

Τῷ δ’ ἐχομένῳ ἔτει περιφανῶς οἱ Ῥωμαῖοι τοῖς Καρχηδονίοις ἐξεπολεμώθησαν , καὶ ὁ πόλεμος οὗτος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέβηκε, τοῖς δ' ἔργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ Ἀννίβας στραταρχῶν τῶν Καρχηδονίων. ὁ δ’ Ἀννίβας οὕτος παῖς τοῦ Ἀμίλκου τοῦ Βαρχίδου ἐγένετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους ἠσκήθη. πάντας τὰς γὰρ τοὺς υἱεῖς ὁ Ἀμίλκας ὥσπερ τινὰς σκύμνους ἐπ’ αὐτοὺς τρέφειν ἔλεγεν , ἐκεῖνον δὲ πολύ τῇ φύσει προφέροντα ὁρῶν καὶ ὥρκωσε πολεμήσειν αὐτοῖς καὶ διὰ τοῦτο τά τε ἄλλα καὶ τὰ πολέμια ἔτι μᾶλλον αὐτὸν ἐξεδίδασκε , πεντεκαιδεκαέτη ὄντα . ὅθεν οὐκ ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ Ἀσδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, ἒξ τότε καὶ εἴκοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στράτευμα ἐν τῇ Ἰβηρίᾳ αὐτίκα προκατέλαβε καὶ στρατηγὸς ὑπ’ αὐτῶν ἀναδειχθεὶς διῳκήσατο καὶ παρὰ τῶν οἴκοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρεποῦς ἐδεῖτο εἰς τὴν κατὰ Ῥωμαίων ὁρμήν, καὶ ταύτην ἐποιήσατο τοὺς ἐν τῇ Ἰβηρίᾳ Ζακυνθίους. οὗτοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ Ἴβηρος, ἄνω τῆς θαλάσσης βραχύ, τοῖς Ῥωμαίοις προσέ- κεῖντο, κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιήκεσαν. διὰ ταῦτ᾿ οὖν ὁ Ἀννίβας πόλεμον ἤρατο πρός αὐτούς, εἰδὼς ὅτι ἢ ἐπικουρήσουσιν οἶ Ῥωμαῖοι τοῖς Ζακυνθίοις ἢ καί τι παθοῦσι τιμωρήσουσι. διά τε οὖν ταῦτα καὶ ὅτι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐτοὺς ἐγίνωσκεν, οὗ καὶ μάλιστα ἔχρῃζε, καὶ δι᾿ ἕτερα αἴτια κατὰ ῾Ρωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυνθίοις ἐπέθετο. Ἡ δ᾿ Ἰβηρία, ἐν ᾗ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ 10 προσεχὴς αὐτῆ πᾶσα ἔν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν ἔσω θάλασσαν καὶ παρὰ τὰς Ἡρακλείους στήλας τόν τε Ὠκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν ἤπειρον τὴν ἄνω διὰ πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ὄρος τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων, ὕστερον δὲ Ναρβωνησίων, ἀρξάμενον ἐς τὴν ἔξω τὴν μεγάλην διατεένει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα ἔθνη ἔχον, πᾶσαν δὲ τὴν Ἰβηρίαν ἀπὸ τῆς προσοίκου Γαλατίας ἀφορίζον. οὔτε δ᾿ ὁμόφωνοι ἦσαν οὔτε κοινῇ ἐπολιτεύοντο. ὅθεν οὐδὲ εἰς ἓν ὄνομα ἐτέλουν· οἱ μὲν γὰρ ῾Ρωμαῖοι Ἱσπανούς, οἱ δ᾿ Ἓλληνες Ἴβηρας ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἴβηρος αὐτοὺς ἐπεκάλεσαν. Οἱ μὲν οὖν Ζακύνθιοι οὗτοι ἐπολιορκοῦντο, καὶ ἔπεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς ῾Ρωμαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ Αννίβὰς ἐκώλυσεν, οἱ δὲ ῾Ρωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ᾿ Ἀννίβας ἐκ τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς εὔνοιαν τηροῦν- τας τοῖς πρέσβεσιν ἤδη πλησίον οὖσι παρεσκεύασε λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που0 ἐς ἄγνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλαγῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς πάρεισιν, ἴνα μὴ διὰ τὴν ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν οὖν πιστεύσαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην ἄγειν πρὸς τοὺς ῾Ρωμαίους συνεβούλευον, οἱ δὲ τῷ Ἀννέβᾳ προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ Ῥωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμονεῖν ἔλεγον. καὶ τέλος ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες. Ἐν τούτῳ δὲ ὁ Ἀννίβας σπουδῇ τὰς προσβολὰς τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ Ἀννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περιβόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζακύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· ὅθεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχηδόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ᾿ ὄγδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οἷς ἄλλα τε πολλὰ συνηνέχθη καὶ ἄτοπα καὶ ὁ Ἀννίβας δεινῶς ἐτρώθη. ἥλω δὲ οὕτως. μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπεραῖρον καὶ ὁπλίτας τοὺς μὲν ἐμφανεῖς ἔχον, τοὺς δὲ λανθάνοντας. τῶν οὖν Ζακυνθίων τοῖς ὁρωμένοις ὡς μόνοις οὖσι μαχομένων ἐρρωμενέστερον, οἱ κεκρυμμένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ ἔνδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς λόγους ἦλθον, εἴ πὼς ἐπιεικεῖ τινι ὁμολογίᾳ περισω- θεῖεν. ὡς δ’ οὐδὲν ὁ Ἀννίβας προί·σχετο μέτριον οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν Ῥωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο , ὥς τι περὶ τῶν κατὰ σφὰς βουλευσόμενοι· κἀν τούτῳ τὰ τιμιώτατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἶ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυτούς , οἱ δ ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύμως ἀγωνιζόμενοι κατεκόπησαν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
