Ancient Greek · ~20 min
Book 8
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 8.26.1
Not analysed yet
Ὁ δ’ Ἀννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ οὔτε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμπανίας κεκώλυτο, τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους πάντας, ἔνα μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς Ῥωμαίοις, κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ὄρη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ἔλασιν πολλαχῇ τὴν ὕλην ἐνέπρησαν, κἀκ τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν ὑπέρβασιν. οἱ γὰρ ἔν τῷ πεδίῳ Ῥωμαῖοι καὶ οἱ ἐν τοῖς μετεώροις, ἐνέδρας πτοηθέντες, οὐκ ἐκινήθησαν. καὶ οὕτως ὁ Ἀννίβας διῆλθε καὶ ἐς τὴν Σαυνίτιδα ἐκομίσθη. Ὁ οὖν Φάβιος μεθ’ ἡμέραν τὸ γενόμενον γνοὺς κατεθίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ἔνα σφᾶς εἴρξωσι, τρεψάμενος, καὶ τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις ἦλθεν, ἀλλ’ ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνομεύειν ἐκώλυεν· ὥστε τὸν Ἀννίβαν ἀπορήσαντα τὸ μὲν πρῶτον ἐπὶ τὴν Ῥώμην ὁρμήσαι· ὡς δ’ οὐκ ἐμάχετο, δι’ ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αὖθις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ Φάβιος αὐτῷ ἐφεπόμενος δι’ ἀσφαλείας προσήδρευε, προμηθούμενος μήτε τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτός μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ τυγχάνων, ἐκείνῳ δὲ τῶν ὅπλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ’ οἴκοθεν προσιοῦσαν ἐπικουρίαν. οἶ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτόν ἐποιοῦντο, γράφοντα εὖ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρατιώτας παρ’ αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρκεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οἴκαδε, ἀλλ’ οὐ προσαιτεῖν. Ἕως μὲν οὖν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς Ῥωμαίοις ἐγένετο, ὡς δ’ ἐκεῖνος εἰς τὴν Ρώμην ἀπῆρε κατά τι δημόσιον, ἔπταισαν. ὁ γὰρ Ῥοῦφος ὁ ἵππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος ἔχων καὶ τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ὢν καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχθόμενος, ἐπεὶ τὴν προστασίαν τῆς στρατιᾶς μόνος ἔσχε, τῶν μὲν ἐντολῶν τοῦ δικτάτωρος ὠλιγώρησεν, ὁρμήσας δ᾿ εἰς παράταξιν τὸ μὲν πρῶτον νικᾶν ἔδοξεν, εἶτα ἡττήθη. κἂν πανσυδὶ διεφθάρη, εἰ μή τινες Σαυνιτῶν κατὰ τύχην τοῖς ῾Ρωμαίοις ἐπίκουροι ἀφικνούμενοι δόξαν τοῖς Καρχηδονίοις παρέσχον προσιέναι τὸν Φάβιον. ἀναχωρησάντων οὖν διὰ τοῦτο κεκρατηκέναι ἐνόμισε, καὶ ἐς τὴν ῾Ρώμην τὸ ἔργον μεγαλύνων καὶ τὸν δικτάτωρα προσδιαβάλλων ἐπέστειλεν, ὀκνηρὸν καὶ μελλητὴν αὐτὸν καλῶν καὶ τὰ τῶν ἐναντίων φρονοῦντα. Οἱ δ᾿ ἐν τῇ ῾Ρώμῃ νενικηκέναι τὸν ῾Ροῦφον ὄντως ἐνόμισαν, καὶ οἷα παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄνουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ ὅτι τὰ ἐν Καμπανία χωρία αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς ἂν παρέλῦσαν. ἀλλ᾿ ἐκεῖνον μὲν χρήσιμον νομίζοντες εἶναι οὐκ ἔπαυσαν, τῷ δ᾿ ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ὥστ᾿ ἄμφω ἀπὸ τῆς ἴσης ἄρχειν. δοξάντων δὲ τούτων ὁ μὲν Φάβιος οὔτε τοῖς πολίταις οὔτε τῷ ῾Ρούφῳ ἔσχεν ὀργήν, ὁ δὲ ῾Ροῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέχειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ᾿ ἡμέραν ἠξίου παρ᾿ ἡμέραν ἢ καὶ πλείους ἐφεξῆς ἐναλλὰξ μόνος ἄρχειν. δείσας δ᾿ ὁ Φάβιος μή τι κακὸν ἐξεργάσηται, εἰ πάσης τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ᾿ ἐνείματο τὸ στρατόπεδον, ὥστε τοῖς ὑπάτοις ἐπ᾿ ἴσης ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ὁ ῾Ροῦφος ἀπεστρατοπεδεύσατο, ἵνα διάδηλος ᾖ ὅτι καθ᾿ ἑαυτὸν ἄρχει, ἀλλ᾿ οὐχ ὑπὸ τῷ δικτάτωρι. ὁ οὖν Ἀννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίν- δυνον κατέστησεν ὡς πανστρατιᾷ ἐξελεῖν, εἰ μὴ ὁ Φάβιος κατὰ νώτου αὐτῷ προσπεσὼν ἐκώλυσε. Παθὼν οὖν τοῦτο ὁ ῾Ροῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς ἤγαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ᾿ ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ᾿ ἐθελοντὴς τὴν ἡγεμονίαν, ἣν παρ᾿ αὐτοῦ μόνος ἱππάρχων ἔλαβεν, ἀφῆκε. καὶ αὐτὸν ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλμέλλων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετεπέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ᾿ ὅσα πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου ἅπαντα ἔπραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχηδονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν Ἰταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρδονίων ἐν τῷ παράπλῳ ἐβεβαιώσατο, καὶ ἐς την Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν ἔπραξεν, οὐ μέντοι δι᾿ αὐτὰ ἐπεφύσητο ὥστε πρὸς τὸν Ἀννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντολαὶς τοῦ Φαβίου ἐνέμεινεν. ὅθενπερ καὶ αἱ πόλεις οὐκέθ᾿ ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφοβοῦντο γὰρ μὴ ὁ Ἀννίβας τῆς Ἰταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ Ῥωμαίων ἄτε προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τό ἀποβησόμενον ἐσκόπουν, ὀλίγοι δὲ πρὸς τοὺς ῾Ρωμαίους αὖθις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς ἔπεμψαν. καὶ τοῦ Ἱέρωνος C πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης ἄγαλμα οἱ ῾Ρω- μαῖοι μόνα ἔλαβον ,καίπερ ἐν ἀχρηματίᾳ ὄντες, ὥστε τὸ ἀργυροῦν νόμισμα, ἀμιγὲς καὶ καθαρὸν γινόμενον πρότερον ,χαλκῷ προσμίξαι.