# Epitome historiarum (lib. 1‑18) 8.4.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/8.4.1

Ὁ μὲν οὑν Πυρρὸς ἐπὶ τῆ νίκῃ μέγα ἔσχηκεν ὄνομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οἵ τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν · οἶς ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν , τῶν σκύλων μετέδωκεν · οἱ δ’ ἐν τῇ Ῥώμῃ ἤλγησαν ἐπὶ τῇ ἥττῃ , τῷ δέ γε Λαουινίῳ στράτευμα ἔπεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο , καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο , πυνθανόμενοι ἐπ’ αὐτὴν τὸν Πυρρὸν ἐπείγεσθαι. ὁ μέντοι Λαουίυιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος , καὶ τοὺς σκεδασθέντας συναγαγών, ἤδη καὶ τῶν ἐκ Ῥώμης πεμφθέντων ἀφικομένων, τὸν Πυρρὸν παρεπομένας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον , προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ’ ἐκείνης ὁ Πυρρὸς ἐπὶ τὴν Νεάπολιν ὥρμησεν. ὡς δ’ οὐδὲν οὐδ’ ἐν αὐτῇ δρᾶσαι ἴσχυσε, σπεύδων τὴν Ῥώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ ἔμαθεν αὐτούς τε τοῖς Ῥωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον , ἐφοβήθη μὴ ὑπ’ αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλείον’ τοῦ πρόσθεν ἣν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ὅτι ἐκέλευσεν , ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς Ῥωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μείζον’ ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πυρροῦ , οὐκέτ’ ἠθέλησε συμμίξαι , ἀλλ’ ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ἔνθα πρέσβεις τῶν Ῥωμαίων ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο ἄλλοι τε καὶ ὁ Φαβρίκιος. οὓς φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι , διηπορήθη ὅτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ἔφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ ὅπως τοῦτον μεταχειρίσηται. ὁ μὲν οὖν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν , ἀλλ’ ἤδη τῶν Ῥωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον ἅπαν αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς Ῥώμην καὶ χρήματα πέμψαι τῆς εἰρήνης ἕνεκα καὶ σπονδῶν. οὑ τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. οὕτω δὲ φρονῶν καὶ ὁ Πυρρὸς ἐτύγχανε. καλέσας οὑν τοὺς πρέσβεις ‘‘οὔτε πρῴην, ὦτ’ Ῥωμαῖοι”, ἔφη “ἑκὼν ὑμῖν ἐπολέμησα οὔτε νῦν πολεμήσαιμι · φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ἄνευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ. Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς “ φίλος’’ εἶπεν “ ἡδέως καὶ πᾶσιν ἂν Ῥωμαίοις γενοίμην , μάλιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν ἄνδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ.’ ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ “ ἐπαινῶ σε εἶπεν, “ὠ Πυρρὲ, ὅτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί · σοι αὐτήν, ἄν γε συμφέρῃ ἡμίν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με , ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα, ἀξιώσεις. ἀλλ’ οὐδὲ τούτων ὧν δίδως τι λάβοιμι ἄν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα ἢ οὐ ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός , πῶς με λαβεῖν αὐτὰ κελεύεις ; ἴσθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ ἔχω , τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ’ εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ ἂν οὔτε Ἤπειρον οὔτε τὰ ἄλλα ἆ ἔχεις καταλιπὼν δεῦρο ἐπεραιώθης, εἴ γε ἐκείνοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου.” Τούτων οὕτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πυρρὸς τὸν Κινέαν εἰς τὴν Ῥώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ἵνα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν , ἀλλ’ αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν. ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν ἄλλοτε ἄλλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο · καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ εἶπεν ὡς ‘‘Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ὅτι οὐχ ὡς πολεμήσων ὑμίν ἧκεν , ἀλλ' ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμόν λύτρων ἀφῆκεν ἄτερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ’ ὑμῶν ἐλπίζων, πλείω δ' ἔτι καὶ μείζω εὐεργετήσειν ὑμᾶς.” Ἐπὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δορὰ καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο , ἀλλ’ ἐσκόπουν ἔτι πλείους ἡμέρας ὅ,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ὅμως σπείσασθαι. μαθὼν δὲ τοῦτο Ἄππιος ὁ ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον , ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ἦν, καὶ εἶπε μὴ συμφέρειν τὰς πρὸς τὸν Πυρρὸν συμβάσεις τῇ πολιτείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι’ αὐτοῦ δηλῶσαι τῷ Πυρρῷ οἴδαδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς ἢ καὶ περὶ ἑτέρου ὅτου δέοιτο. ταῦτα ὁ Ἄππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ’ εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθημερὸν τὸν Κινέαν ἔξω τῶν ὅρων ἐκπέμψαι καὶ τῷ Πυρρῷ πόλεμον ἀκήρυκτον, ἕως ἂν ἐν τῇ Ἰταλίᾳ διάγῃ , ποιήσασθαι. τοῖς δ' αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ οὔτε πρὸς τὸν Πυρρὸν αὐτοῖς ἔτι ἐχρήσαντο οὔτ’ ἄλλοσέ ποι ἀθρόοις, ἵνα μή τι ὁμοῦ ὄντες νεωτερίσωσιν , ἀλλ’ ἄλλους ἄλλῃ φρουρήσοντας ἔπεμψαν.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
