Ancient Greek
Book 8
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 8.5.1
Not analysed yet
Ἐν μὲν οὖν τῷ χειμῶνι παρεσκευάζοντο ἄμφω, ἔαρος δ’ ἤδη ἐφεστηκότος ὁ Πυρρὸς εἰς τὴν Ἀπουλίαν ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο ,μέχρις οὗ Ῥωμαῖοι πρὸς Ἀσκούλῳ πόλει ὄντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ’ ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλήλους οἱ μὲν γὰρ Ῥωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἶ δὲ ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς Ῥωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ὅτι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πυρροῦ δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πυρρὸς καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ’ ἀθυμεῖν μήτ’ ἐκπλήττεσθαι τοιούτοις λόγοις · μήτε γὰρ ἕνα ἄνθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ’ ἐπῳδὴν ἢ μαγγανείαν τινὰ κρείττω τῶν ὅπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ’ εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πυρρὸς τὸ οἰκεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ᾗ ἐχρήσαντο οἶ Δέκιοι ἐπιδιδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις ,ἄν τινα οὕτως ἐσκευασμένον ἔδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ἔφη οὔτε προχω- ρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι γαῖ ζωγρηθέντα θέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς ἅπερ οἱ ὕπατοι ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος ,ἤροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων ,ἢ ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ἔν’ ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ἔλεγχος γένοιτο ἀκριβής. οἱ μὲν οὑν Ῥωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πυρρὸς αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν ; μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἶ δὲ Ῥωμαῖοι τά τε ἄλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ’ ἀμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμασαν ,ἵνα τοξεύοντες ἀπ’ αὐτῶν ἄλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ Ῥωμαῖοι τοὺς Ἕλληνας, ἐώσαντο δ’ οὑν, μέχρις ὁ Πυρρὸς τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ’ ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ἵππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτω τῶν Ἀπούλων τινὲς ἐπὶ τὸ τόν Ἠπειρωτῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αἴτιοι τοῖς Ῥωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχομένων ἐπ’ αὐτοὺς τοῦ Πυρροῦ πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν ἔπεσον ,ὅ τε Πυρρὸς καὶ ἄλλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν ,καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς ἄκεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. ὅθεν ἀπῆρεν εἰς Τάραντα πρὶν τοὺς Ῥωμαίους αἰσθέσθαι. οἱ δ’ ὕπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ ,ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις · ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. εἶτα οἱ μὲν εἰς τὴν Ἀπουλίαν ἐχείμασαν, ὁ δὲ Πυρρὸς τἄλλα τε ἡτοιμάζετο καὶ οἴκοθεν στρατιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους ,οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης. Ἤδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι ὄντων ,Νικίας τις τῶν Πυρρῷ πιστῶν δοκούντων ἦλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πυρρὸν δολοφονήσειν. δυσχεράνας οὖν ἐπὶ τούτῳ ἐκεῖνος ,ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πυρρῷ τὸ ἐπιβούλευμα · καὶ οὕτως αὐτὸν ἐκ τούτου κατέπληξεν ὥστε καὶ τοὺς ἑαλωκότας τῶν Ρωμαίων προῖκα αὖθις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ Ῥωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο ,ἀλλὰ καὶ τότε ἀπᾶραι τῆς Ἰταλίας ἐκέλευον καὶ οὕτως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέτρεχον τε καὶ ᾕρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές ,ἐτύγχανον δὲ ἐξ οὗ Ἀγαθοκλῆς ἐτελεύτησε στασιάζοντες ,ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι ,τὸν μὲν Μίλωνα ἐν Ἰταλίᾳ κατέλιπεν ,ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ ἄλλα ποιησόμενον ,αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αὖθις ἐγένετο ,ὥστε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς Ἰταλίας προσλαβεῖν. ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι ,τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἶ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι’ εὐνοίας ἔχοντα, τοῦ πολέμου προθύμως ἀντελάβοντο ,καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο ,ὥστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν.