# Epitome historiarum (lib. 1‑18) 8.9.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/8.9.1

Οὐ μέντοι τῆς θαλάσσης οἱ Ῥωμαῖοι διὰ τὴν ἧτταν ἀπέσχοντο , ἀλλ’ ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Ἄννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς Ῥωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ἔπεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ’ οὐδὲν ἐδέξατο , ἠπείλησε μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ τοὺς ῾Ρωμαίους ἐάσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ τὸν ἄνεμον ἐκ τῆς Ἰταλίας εἰς τὴν Σικελίαν ἅμα φέροντας, καὶ οὕτως ἔπλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος. εὑρὼν οὖν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Ἄννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ἔπεισε μεταπέμψασθαι τὸν Ἄννωνα. ὁ δὲ καταβῆναι οὐκ ἤθελε φοβηθεὶς δὲ μὴ οἱ Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ 10 νεωτερίσωσιν, ἦλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ᾿ ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν ῾Ρωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, συνεπαινούντων τῶν Μαμερτίνων. Καὶ ὁ μὲν οὕτως ὅλην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Ἄννωνα, κήρυκα δὲ τοῖς ῾Ρωμαίοις ἔπεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ᾿ οὐκ ἐπείθοντο οἱ ῾Ρωμαῖοι, τούς τε μισθοφοροῦντας παρ᾿ αὐτοῖς ἐξ Ἰταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ Ἱέρων αὐτοῖς, καἰ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ. ὃ μαθὼν ὁ ὕπατος ἤδη πλησιάζων, ὡς εὗρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς ὅπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ἔλαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ Ἱέρωνος αὐτίκα συνέμιξε, νομίζων 30 φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ᾿ αὐτῶν τὸ μὲν τῶν ῾Ρω- μαίων ἱππικὸν ἠλαττώθη , τὸ δ’ ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ Ἱέρων τότε μὲν εἰς τὰ ὄρη , ἐς δὲ τὰς Συρακούσας ὕστερον ἀπεχώρησεν. Ὁ οὖν Κλαύδιος, ἀποχωρήσαντος τοῦ Ἱέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ἤδη , καὶ τῷ σφῶν προσέβαλε χαρακώματι , ὄντι οἶον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο συνεῖχεν, ἐντεῦθεν δ’ ἴλη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα , δι’ οὗπερ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος , ἐπεποίητο διατείχισμα. βιαζόμενοι οὖν πρὸς ταῦτα οἱ Ῥωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ἔξω προεληλύθεισαν τῶν στενῶν · κἀνταῦθα ἐπιστραφέντες οἱ Ῥωμαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ὥστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ’ ὅσον ἦν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν Ἱέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ ἄστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ὅτε μὲν ἐκράτουν , ὅτε δ’ ἐκρατοῦντο τοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ ὕπατος γεγονὼς ἑάλω ἄν , εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ἔπεμψε πρὸς τὸν Ἱέρωνα , εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. οὕτω γὰρ ἐλθόντος τινὸς πρός ὃν ἔμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις οὗ πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν οὔσης σιτίων καὶ διὰ νόσον τῆς στρατιὰς , ἀπανέστη · καὶ οἱ Συρακούσιοι εἵποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ᾔεσαν, καὶ ἐσπείσαντο ἄν, εἰ καὶ ὁ Ἱέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ ὕπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν ἀπέπλευσεν εἰς τὸ Ῥήγιον. Οἰ Ῥωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ Ἰταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, ἄμφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιωθέντες οὖν ὅ τε Μάξιμος Οὐαλέριος καὶ Ὁτακίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῆ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ὥρμησαν. καὶ ὁ Ἱέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ἃς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισ- χνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ἔτυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ ὕπατοι ῥᾷον μετ’ αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ’ αὐτῷ πρός τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν ἄλλων ἀπεκρούσθησαν, Ἔγεσταν δ’ ἑκουσίαν ἔλαβον. διὰ γὰρ τὴν πρὸς Ῥωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχὠρξσαν αὐτοῖς, τοὺς Καρχηδονίους.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
