# Epitome historiarum (lib. 1‑18) 9.10.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/9.10.1

Ὁ δὲ Σκιπίων μέχρις ἂν πάντα τὰ ἐν τῇ Ἰβηρίᾳ καταστήσῃ ἄρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶτον μὲν ἐς τὴν Λιβύην δύο πεντήρεσιν ἔπλευσε, καὶ ὁ τοῦ Γίσγωνος Ἀσδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου οὖν καὶ ἄμφω τοῦ Σύφακος, ἔνσπονδος γὰρ τοῖς Καρχηδονίοις ἐγένετο, μέρους τῆς Λιβύης βασιλεύων, καὶ καταλλάσσοντος σφᾶς, ὁ Σκιπίων οὐκ ἰδίαν ἔχθραν ἔχειν εἶπεν οὔτε μὴν ὑπὲρ τῶν κοινῶν δύνασθαι καθ’ ἑαυτὸν καταλύσασθαι. Ἐπανῆλθεν οὖν αὖθις · καὶ Ἰλιτεργίταις ἐπολέμησεν, ὅτι τοὺς πρὸς αὐτοὺς καταφυγόντας‘ Ῥωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκράτησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαντες περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότατα. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν ἅπασαν. καὶ τῷ φόβῳ τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ προσεχώρησαν, πολλοὶ δὲ καὶ βίᾳ κεχείρωντο · τινὲς δὲ πολιορκούμενοι τάς τε πόλεις ἑαυτῶν ἔκαιον καὶ τοὺς οἰκείους ἐφόνευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς. Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ἔνθα τῷ τε πατρὶ καὶ τῶ θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας ἔθετο. ὅτε πολλοὶ μὲν καὶ ἕτεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίωνος συναλλάξαι αὐτοὺς σπουδάσαντος · καὶ ὁ πρεσβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον ὄντα ἀπέκτεινεν. Ἠρρώστησε δὲ μετέπειτα ὁ Σκιπίων , κὰν τούτῳ ἐνεωτέρισαν οἱ Ἴβηρες. στράτευμα γὰρ τοῦ Σκιπίωνος περὶ Σογκρῶνα χειμάζον ἐκινήθη, καὶ πρῴην οὐκ εὐπειθὲς ὄν, οὐ μὴν φανερὰν ἀποστασίαν ἐπιδειξάμενον· τότε δ’ αἰσθόμενον τὸν Σκιπίωνα κάμνοντα, ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐτοῖς ἐβραδύνθη, ἀναφανδὸν ἀπέστησαν , καὶ τοὺς χιλιάρχους σφῶν ἀπελάσαντες ὑπάτους ἑαυτοῖς κεχειροτονήκασιν · ἦσαν δὲ ὡς ὀκτακισχίλιοι. γνόντες οὖν ταῦτα οἶ Ἴβηρες ἀφίσταντο προχειρότερον , καὶ τὴν συμμαχίδα τῶν Ῥωμαίων ἐκάκουν. καὶ ὁ Μάγων ἐκλιπεῖν ἤδη τὰ Γάδειρα βουληθεὶς οὔτ’ ἐξέλιπε καὶ εἰς τὴν ἤπειρον διαβαίνων πολλὰ ἐκακούργει. Μαθὼν δὲ ταῦθ’ ὁ Σκιπίων, πέμψας πρὸς τὸ ἀποστατῆσαν στρατόπεδον ἐπέστειλεν αὐτοῖς συγγνω- μονῶν δῆθεν ὅτι διὰ ἔνδειαν τῶν ἀναγκαίων ἐνεωτέρισαν, καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ καὶ τοὺς τὴν ἀρχὴν ἀναδεξαμένους αὐτῶν ἔνα μηδὲν δεινὸν ἢ πάθωσιν ἢ δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατιῶται μαθόντες ὅτι περιείη καὶ οὐδ’ ὀργέζοιτο σφίσιν, οὐδὲν ἔτι διεκίνησαν. ὡς δ’ ἀνερρώσθη , τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφικέσθαι ἐκάλεσεν ὡς ἂν βούλωνται, ἢ ἀθρόοι ἢ ἐν μέρει κατὰ διαδοχάς. οἶ δέ γε στρατιῶται κατ’ ὀλίγους ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ' ἀπῆλθον. καὶ ὁ Σκιπίων ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, πρὸς ἑσπέραν γὰρ ἦν, διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσελθεῖν κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχᾶν ἔδησε. ἅμα δ’ ἡμέρᾳ, ὡς ἔξω ποι στρατεύσων , πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. εἶτα τοὺς ἄρτι ἐλθόντας εἴσω τοῦ τείχους ἄνευ τῶν ὅπλων ἐκάλεσεν, ἕν αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέσιον. σίον. καὶ οὕτως εἰσελθόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ὥσπερ εἶχον ἐπανελθεῖν. καὶ περισχὼν αὐτοὺς πολλὰ καὶ ὠνείδισε καὶ ἠπείλησε, καὶ τέλος " πάντες μέν ἔφη ‘θανεῖν ἐστε ἄξιοι, οὐ μέντοι πάντας θανατώσω αὐτός, ἀλλ’ ὀλίγους οὓς καὶ ἤδη συνείληφα δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι.’’ ταῦτα εἰπὼν εἰς τὸ μέσον τοὺς δεδεμένους παρήγαγε, καὶ σταυροῖς προσδήσας καὶ αἰκισάμενος ἀπέκτεινεν. ὡς δέ τινες τῶν παρεστηκότων ἀγανακτήσαντες ἐθορύβησαν, συχνοὺς καὶ ἐκείνων ἐκόλασε. καὶ μετὰ τοῦτο τὴν μισθοφορὰν τοῖς ἄλλοις δοὺς ἐπὶ τὸν Ἰνδίβιλιν καὶ ἐπὶ τὸν Μανδόνιον ἐστράτευσε. καὶ μὴ τολμώντων ἐκείνων συμμίξαι αὐτῷ, αὐτὸς ἐπέθετο καὶ ἐνίκησεν. Ὁμολογησάντων δ’ ἐκείνων, καὶ τῆς ἄλλης ᾿Ιβηρίας τὰ πλείω αὖθις ἐδουλώθη, καὶ ὁ Μάγων τὰ Γάδειρα ἐξέλιπε, καὶ ὁ Μασινίσσας τοῖς Ῥωμαίοις προσεχώρησεν. οἶ Καρχηδόνιοι γάρ, τελευτήσαντος Ἀσδρούβα τοῦ Ἀννίβου ὁμαίμονος , ἐψηφίσαντο τῆς μὲν Ἰβηρίας ἐκστῆναι , τὰ δὲ ἐν τῇ Ἰταλίᾳ ἀνακτήσασθαι· καὶ ἔπεμψαν ἀργύριον τῷ Μάγωνι, ἔν ἐπικουρικὸν κουρικὸν ἀθροίσας στρατεύσηται ἐπ’ αὐτήν. καὶ ὃς πρὸς τὴν Ἰταλίαν αὖθις ὁρμήσας ἀφίκετο πρὸς τὰς Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος ἥμαρτε, μὴ δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, οἱ γὰρ ἐπιχώριοι πόρρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποιεῖν ὄντες, εἰς δὲ τὴν μικροτέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. αἱ νήσοι δ’ αὐται τῇ περὶ τὸν Ἴβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ δὲ τρεῖς, ἃς Ἓλληνες μὲν καὶ Ῥωμαῖοι κοινῇ Γυμνησίας καλοῦσιν, Οὐαλερίας δὲ καὶ Ὑασούσας οἱ Ἴβηρες, ἰδίᾳ δ’ ἑκάστην, τὴν μὲν Ἔβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ οἶ Ῥωμαῖοι κατέσχον.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
