Ancient Greek
Book 9
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 9.12.1
Not analysed yet
Οἱ δέ γε Καρχηδόνιοι δείσαντες τὸν Μασινίσσαν μὴ Σκιπίωνι πρόσθηται ,ἔπεισαν τὸν Σύφακα τὴν ἀρχὴν αὐτῷ ἀποδοῦναι, ὡς καὶ αὖθις αὐτὴν ἀνακτησόμενον. ὁ οὖν Μασινίσσας ὑπώπτευε μὲντὸ πραττόμενον, κατηλλάγη δὲ δῆθεν, ἵνα πιστὸς νομισθεὶς μέγα τι σφῆλαι αὐτοὺς δυνηθῇ · μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος ἢ τῆς βασιλείας ὠργίζετο. διὸ καὶ τοῖς Ῥωμαίοις προσέκειτο ,ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο Ῥωμαίοις ἔνσπονδος εἶναι, καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσα- σθαι τὴν διάβασιν. ἀκούσας δὲ ταῦτα δι’ ἀπορρήτων ὁ Σκιπίων, ἵνα μὴ γνῶσιν οἶ στρατιῶται, τόν τε κήρυκα αὐθημερόν ἀπέπεμψε μηδενὶ ἄλλῳ προσομιλήσαντα, καὶ τὸ στράτευμα συγκαλέσας ἐπέσπευδε τὴν διάβασιν, ἔτι τοὺς Καρχηδονίους ἀπαρασκεύους λέγων εἶναι, καὶ πρότερον μὲν τὸν Μασινίσσαν, τότε δὲ καὶ τὸν Σύφακα μετακαλεῖσθαι αὐτοὺς καὶ χρονίζουσιν ἐγκαλεῖν. ταῦτα εἰπὼν μηδὲν ἔτι μελλήσας ἐξανήχθη· καὶ πρὸς τὸ ἀκρωτήριον τὸ καλούμενον Ἀπολλώνιον προσορμίσας τὰς ναῦς ἐστρατοπεδεύσατο καὶ τὴν χώραν ἐπόρθει ,προσέμισγέ τε ταῖς πόλεσι καὶ εἶλέ τινας. ἐγκειμένων δὲ τῶν Ῥωμαίων τῇ χώρᾳ, Ἄννων ὁ ἵππαρχος, υἱὸς ἔν τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος, ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ἐπιθέσθαι αὐτοῖς. ὁ οὑν Σκιπίων ἱππέας πέμψας τινὰς χωρία πρὸς καταδρομὴν ἐπιτήδεια ἐληίζετο, ἵν ὑποφεύγοντες ἐπισπάσωνται τοὺς ἐπιδιώκοντας. τῶν οὖν καρχηκοβίων ἐπισπομένων αὐτοῖς κατὰ τὰ ξυγκείμενα τραπομένοις, ὁ Μασινίσσας τε κατὰ νώτου γενόμενος μετὰ τῶν ἀμφ’ αὐτὸν ἐπέθετο τοῖς διώκουσι, καὶ ὁ Σκιπίων ἐκ τοῦ λόχου ἐπεκδραμὼν προσέμιξεν αὐτοῖς. καὶ πολλοὶ μὲν ἐφθάρησαν ,πολλοὶ δὲ καὶ ἑάλωσαν καὶ ὁ Ἄννων αὐτός. διὸ ο Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε · καὶ ἀνταπεδόθησαν. ὁ δὲ Σύφαξ τῆς πρὸς Ῥωμαίους φιλίας τὴν δόκησιν ἀπειπὼν φανερῶς τοῖς Καρχηδονίοις συνήρατο. οἶ δὲ Ῥωμαῖοι καὶ ἐληίζοντο τὴν χώραν, καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ Ἀννίβου πρὸς τὴν Λιβύην πεμφθέντων ἀνεκομίσαντο, καὶ κατὰ χώραν ἐχείμασαν. Μετὰ δὲ ταῦτα Γναίου Σκιπίωνος καὶ Γαί· ου Σερουιλίου ὑπατευσάντων οἵ τε Καρχηδόνιοι ἐλαττωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ Ἀννίβας καὶ ὁ Μάγων ἐκ τῆς Ἰταλίας ἐξέπεσον. οἱ μὲν γὰρ ὕπατοι τό Ἀννίβᾳ καὶ τῷ Μάγωνι ἀντικαθίσταντο, Σκιπίων δὲ τήν τε Λιβύην ἐκάκου καὶ ταῖς πόλεσι προσέβαλλε. κἀν τούτῳ ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκεν ,ἐπεὶ πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ ἀφικνεῖσθαι ἐπλάσαντο. ᾔδει μὲν γὰρ τὸ πλάσμα, προετίμησε δὲ τὸ μὴ διαβληθῆναι ὡς πρέσβεις κατεσχηκώς. καὶ τοῦ Σύφακος πράττοντος ἔτι διαλλαγάς, ὥστε ἐκ τῆς Λιβύης μὲν τὸν Σκιπίωνα, τὸν δ’ Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὡς πιστεύων αὐτῷ, ἵνα δὲ σφήλῃ αὐτόν. τῶν γὰρ στρατιωτῶν ἄλλοτε ἄλλους κατὰ τὴν τῶν σπονδῶν πρόφασιν ἐς τὸ στρατόπεδον τὸ τῶν Καρχηδονίων πέμπων καὶ τὸ τοῦ Σύφακος, ἐπεὶ ἐκεῖνοι πάντα τὰ παρ’ αὐτοῖς κατεσκέψαντο, τὴν σύμβασιν ἀπ’ εὐλόγου δή τινος σκήψεως, ἄλλως τε καὶ ὅτι ὁ Σύφαξ ἐπιβουλεύων ἐφωράθη τῷ Μασινίσσᾳ, διεκρούσατο. νυκτὸς δ' ἦλθεν εἰς τὰ στρατόπεδα αὐτῶν οὐ πάνυ ἀλλήλων διέχοντα, καὶ πῦρ ἐς τὸ τοῦ Ἀσδρούβου πολλαχόθεν ἅμα ὑπέβαλε. καὶ ἐμπρησθέντος ῥᾷστα αὐτοῦ ,ἐκ γὰρ καλάμης καὶ ἐκ φυλλάδων ἐπεποίηντο αὐτοῖς αἱ σκηναί, οἴ τε Καρχηδόνιοι κακῶς ἀπήλλαξαν, καὶ οἱ περὶ τὸν Σύφακα βοηθῆσαι αὐτοῖς ἐθελήσαντες τοῖς τε Ῥωμαίοις τοῖς περιέχουσιν περιέπεσον καὶ αὐτοὶ ἀπώλοντο, καὶ τὸ στρατόπεδον προσενεπρήσθη αὐτῶν, καὶ ἐφθάρησαν πολλοὶ καὶ ἵπποι καὶ ἄνθρωποι. οἱ Ῥωμαῖοι δὲ ταῦτα πεποιηκότες νυκτὸς μὲν οὐδὲν ἔπαθον, ἡμέρας δ’ ἐπιφαυσάσης Ἴβηρες ἄρτι Καρχηδονίοις ἐπὶ συμμαχίᾳ ἐλθόντες προσέπεσον αὐτοῖς ἀπροσδόκητοι καὶ πολλοὺς ἀπέκτειναν. Εὖθύς οὖν Ἀσδρούβας μὲν εἰς τὴν Καρχηδόνα, Σύφαξ δὲ οἴκαδε ἀπεχώρησεν. ὁ δέ γε Σκιπίων Σύφακι μὲν τὸν Μασινίσσαν καὶ Γάϊον ἀντέταξε Λαίλιον, αὐτὸς δ' ἐπὶ τοὺς Καρχηδονίους ἤλασεν. οἶ δ’ αὖ Καρχηδόνιοι πρὸς τὸ ἔρυμα τῶν Ῥωμαίων, ᾧ χειμαδίῳ ἐχρῶντο καὶ ἐς ὃ ἀπετίθεντο πάντα, ναῦς ἔπεμψαν, ἵνα ἢ αὐτὸ αἱρήσωσιν ἢ ἀφ’ ἑαυτῶν ἀπάξωσι τὸν Σκιπίωνα. καὶ ἔσχεν οὕτως · μαθὼν γὰρ τὸ γινόμενον ἀπανέστη, καὶ ἐπειχθεὶς πρὸς τὸν ναύσταθμον διὰ φυλακῆς αὐτὸν ἐποιήσατο. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ῥᾳδίως τοὺς προσμίξαντας αὐτοῖς ἀπεώσαντο οἶ Ῥωμαῖοι, τῇ δ' ὑστεραίᾳ πολὺ ἠλαττώθησαν· καὶ ναῦς γὰρ τῶν Ῥωμαίων χειρῶν σιδηρῶν ἐπιβολῇ ἀπέσπασαν. ἀποβῆναι δ’ ἐς τὴν γῆν οὐκ ἐτόλμησαν, ἀλλ’ ἀναπλεύσαντες οἴκαδε τὸν Ἀσδρούβαν ἀπ[εχειροτόνησαν, Ἄννωνα δέ τινα ἀνθείλοντο. κὰκ τούτου Ἄννων μὲν στρατηγὸς ἦν ,ἐκεῖνος δὲ καθ’ ἑαυτὸν δούλους τινὰς καὶ αὐτομόλους παραλαβὼν δύναμιν οὐκ ἀσθενῆ συνεκρότησε, καί τινας τῶν Ἰβήρων τῶν συστρατευομένων τῷ Σκιπίωνι κρύφα ἀναπείσας ἐπεχείρησε νυκτὸς ἐπιβουλεῦσαι τῷ στρατοπέδῳ αὐτοῦ. κἂν ἐξειργάσατό τι ,εἰ μὴ οἵ τε μάντεις ὑπὸ ὀρνίθων ἐκταραχθέντες καὶ ἡ τοῦ Μασινίσσου μήτηρ θειάσασα ζήτησιν αὐτῶν γενέσθαι ἐποίησαν. καὶ οἶ μὲν προκαταληφθέντες ἐκολάσθησαν ,καὶ ὁ Σκιπίων αὖθις ἐπὶ τὴν Καρχηδόνα ἐστράτευσε καὶ τὴν