# Epitome historiarum (lib. 1‑18) 9.18.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/9.18.1

Τότε δὲ καὶ Φλαμίνιος ἐπὶ τὸ Ἄργος ἐστράτευσε. τὸν γὰρ Νάβιν οὔτε σφίσιν πιστὸν καὶ τοῖς Ἕλλησι φοβερὸν ὁρῶντες οἷ Ῥωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην ἤλασεν ὁ Φλαμίνιος, καὶ ἀπόνως τά Ταύγετά τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντίουμένου. ὁ γὰρ Νάβις, τούς τε Ῥωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑποπτεύσας, οὐκ ἐκινήθη ὥστε προαπαντῆσαι τῷ Θλαμινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ ὅτι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετάραξε. τῇ δ’ ὑστεραίᾳ ἐπεξῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. καταλιπὼν οὑν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, ὅπως μηδαμοῦ κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτράπετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ Ῥόδιοι καὶ ὁ τοῦ Ἀττάλου παῖς Εὐμένης ἐπόρθουν αὐτήν. ἀπογνοὺς οὖν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Θλαμινίῳ ὑπὲρ εἰρήνης ἀπέστειλε. καὶ ὃς τοὺς μὲν λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατελύσατο. τὰς γὰρ ὁμολογίας, ἃς ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, οὔτ’ ἀπαγορεῦσαι ἐθάρρει οὔτε ποιήσαι συγκατετίθετο. τὸ δὲ πλῆθος ἐκώλυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν Ῥωμαίων αὖθις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, καὶ γὰρ ἀτείχιστος ἦν ἐν μέρει, ἑλόντων οὐκέτ’ ἐπέσχεν, ἀλλὰ πρός τε τὸν Φλαμίνιον σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν Ῥώμην πρεσβευσάμενος συνηλλάγη. Ὁ δὲ Φλαμίνιος τότε μὲν πάντας τοὺς Ἕλληνας ἐλευθέρους ἀφῆκεν, ὕστερον δὲ συγκαλέσας αὐτοὺς καὶ ὑπομνήσας ὄν εὐηργέτηντο, παρῄνεσεν εὔνοιαν τῆ̣ Ῥώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ. Ἀφικομένου δ’ ἐς Ῥώμην τοῦ Φλαμινίου ὁ Νάβις ἐνεωτέρισε. κἀκ τούτου καὶ τὸ Ἑλληνικὸν ἅπαν ὡς εἰπεῖν ἐταράχθη, τῶν Αἰτωλῶν σφᾶς ἐναγόντων· παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ πρὸς τὸν Φίλιππον καὶ τὸν Ἀντίοχον ἐπρεσβεύοντο. καὶ ἔπεισαν αὐτὸν ἐκπολεμωθῆναι Ῥωμαίοις, ὡς καὶ τῆς Ἑλλάδος τῆς Ἰταλίας τε βασιλεύσοντα. τοῖς δὲ Ρωμαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περιγενέσθαι τοῦ Ἀντιόχου ἐλπὶς ἦν, ἀλλ’ ἠγάπων εἴ γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ Ἀντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι’ ἄλλα τε καὶ ὅτι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ’ ἔτι μείζων ἐγένετο ὅτι τὸν Πτολεμαῖον τόν τῆς Αἰγύπτου βασιλέα καὶ τὸν Ἀριαράθην τὸν τῆς Καππαδοκίας κηδεστὴν προσετέθειτο. Τοιοῦτον τὸν Ἀντίοχον νομιζόμενον οἱ Ῥωμαῖοι, μέχρι μὲν τῷ Φιλίππῳ ἐπολέμουν, ἐθεράπευον, φιλίως τε διὰ πρέσβεων ὁμιλοῦντες καὶ δῶρα πέμποντες· ἐπεὶ δ’ ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ὃν πρόσθεν ἐδεδίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ ἄλλα τε παρεστήσατο καὶ τὴν Λυσιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος καὶ ὁ Νάβις ἐπηγάγοντο. ὅ τε Ἀννίβας αὐτῷ συγγενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν Ἰταλίαν πλεῦσαι, καὶ τὰ τοῦ Ἰονίου κόλπου ἔθνη προσκαταστρέψασθαι, καὶ μετ’ αὐτῶν ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι. ἔφθη γοῦν ὁ Ἀντίοχος καὶ δὶς ἐς τὴν Εὐρώπην διαβὰς εἴς τε τὴν Ἑλλάδα ἀφικόμενος. πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι, καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνάμει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τόν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο, ἐπιχειρήσας δ’ ἐς Κύπρον πλεῦσαι ἔπταισεν ὑπὸ χειμῶνος, καὶ οἴκαδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ Ῥωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντ’ ἀντεγκαλοῦντες, ὅπως πρόφασίν τε τοῦ πολέμου λάβωσι καὶ ὅπως τὰ παρ’ ἀλλήλοις προκατασκέψωνται. Ἀννίβας δὲ τὴν μεγίστην τῶν παρὰ Καρχηδονίοις ἀρχῶν εἰληφώς, καὶ προσκρούσας ἀπ’ αὐτῆς τοῖς δυνατωτάτοις, ἐμισήθη τε ὑπ’ αὐτῶν καὶ πρὸς τοὺς Ῥωμαίους διεβλήθη ὡς τά τε τῶν Καρχηδονίων νεωτερίζων καὶ τῷ Ἀντιόχῳ κοινολογούμενος. καὶ μαθών τινας ἐκ τῆς Ῥώμης παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν Ἀντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τόν πρὸς τοὺς Ῥωμαίους πόλεμον ἔπραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν τό τε τῆς Ἑλλάδος κράτος καὶ τὸ τῆς Ἰταλίας· μέχρις οὗ σφίσιν ὁ Σκιπίων ὁ Ἀφρικανὸς συνεγένετο. οὗτος γὰρ δικαστὴς ἐς τὴν Λιβύην πεμφθεὶς τῷ τε Μασινίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ὅρων γῆς διαφερομένοις, μετέωρον τὴν ἔχθραν αὐτῶν κατέλιπεν, ἵν ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ Ῥωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ εἰς τὴν Ἀσίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν Ἀντίοχον, ἔργῳ δὲ Μί’ κἀκεῖνον καὶ τὸν Ἀννίβαν ἐπιφανεὶς καταπλήξῃ καὶ πράξῃ τὰ τοῖς Ῥωμαίοις συμφέροντα. ἀφικομένου δ’ αὐτοῦ οὐχ ὁμοίως ἔτι προσεῖχεν ὁ Ἀντίοχος τῷ Ἀννίβᾳ· ὑπώπτευσε γὰρ αὐτὸν δι’ ἀπορρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ ἄλλως δὲ αὐτὸν ἐβαρύνετο, ὅτι ἅπαν βούλευμα τῶ Ἀννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κατόρθωσιν ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ Ἀννίβᾳ καὶ ἐφοβήθη αὐτὸν ἵνα μή τι δυνηθεὶς μεταβάληται· καὶ οὔτε στράτευμα παρέσχεν αὐτῷ οὔτ’ ἐς τὴν Καρχηδόνα ἔπεμψεν· οὐδ’ ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέχρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων αὐτοῦ δοκεῖν εἶναι.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
