# Epitome historiarum (lib. 1‑18) 9.19.1

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-zonaras/epitome-historiarum-lib-1-18/9.19.1

Ἡ δὲ περὶ τοῦ Ἀντιόχου φήμη πολλὴ τὴν Ῥώμην κατέσχε καὶ ἐς φροντίδα τοὺς Ῥωμαίους οὐκ ἐλαχίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ Ἀντιόχου θρυλουμένων, καὶ τῶν μὲν ὅτι τὴν Ἑλλάδα πάσαν ἤδη κατέχει, τῶν δ’ ὅτι ἐπὶ τὴν Ἰταλίαν ἐπείγεται λογοποιούντων, οἶ Ῥωμαῖοι πρέσβεις εἰς τὴν Ἐλλάδα ἄλλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς ἔχοντα ἔστειλαν, ὅπως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, καὶ στρατηγοὺς Μάρκον μὲν Βαίβιον εἰς Ἀπολλωνίαν, εἰ ταύτῃ ἐς τὴν Ἰταλίαν περαιωθῆναι τολμήσειεν ὁ Ἀντίοχος Ἀντίοχος, Αὖλον δὲ Ἀτίλιον ἐπὶ τὸν Νάβιν. καὶ οὗτος μὲν οὐδὲν ἔπραξεν, ἔφθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη ἥλω ὑπὸ τῶν Ἀχαιῶν, ὁ δὲ Βαίβιος καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς Ῥωμαίους ὁμολοηίαισ ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε ἄλλα καὶ ὅτι ὁ Ἀντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπεσπασατο. Ὁ δέ γε Φλαμίνιος περιιὼν τὴν Ἐλλάδα τοὺς μὲν μηδ’ ἀποστῆναι ἔπεισε, τοὺς δὲ καὶ ἀποστάντας ἤδη μετέστησε, πλὴν Αἰτωλῶν καὶ ἑτέρων τινῶν. αὐτοί τε γὰρ τῷ Ἀντιόχῳ προσεχώρησαν καὶ ἄλλους τοὺς μὲν ἑκόντας συνίστων, ἐνίους δέ γε καὶ ἄκοντας. καὶ ὁ Ἀντίοχος, καίτοι χειμῶνος ὄντος, ὅμως πρὸς τὰς τῶν Αἰτωλῶν ἐλπίδας ἔσπευσε· διὸ οὐδὲ ἀξιόμαχον ἐπήγετο δύναμιν. τὴν μέντοι Χαλκίδα μετ’ αὐτῶν ἔλαβε, τήν τε ἄλλην Εὔβοιαν προσεποιήστο. ποιήσατο. καὶ ἐν τοῖς αἰχμαλώτοις Ῥωμαίους τινὰς εὑρών, πάντας αὐτοὺς ἀφῆκε. καὶ ἐς τὴν Χαλκίδα διεχείμασεν· ὅθεν αὐτός τε καὶ οἶ στρατηγοὶ οἵ τε στρατιῶται αὐτοῦ τὰς γνώμας προδιεφθάρησαν. τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἐς τὸ ἁβροδίαιτον ἐξώκειλε, καὶ τοὺς ἄλλους ἀπολέμους ἐποίησεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ, μαθόντες αὐτὸν ἐς τὴν Ἑλλάδα παρόντα τὴν Χαλκίδα τε ᾑρηκότα, τόν πόλεμον φανερῶς ἀνείλοντο· καὶ τῶν ὑπάτων Σκιπίωνα μὲν τὸν Νασικᾶν ἐπὶ φυλακῆ τῆς Ἰταλίας κατέσχον, Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν Ελλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν Ἀντίοχον ἐκ τῆς Ἑλλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Θιλίππου παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Θίλιππον ἐλῶν εἰς τὴν Ῥώμην ἀπέστειλε, καὶ τὸν Ἀμύνανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν ἔδωκεν. Ὁ δ’ Ἀντίοχος ἐν τούτοις ἡσυχίαν ἄγων ἐν τῇ Χαλκίδι διέτριβεν· εἶτα εἰς τὴν Βοιωτίαν ἐλήλυθε καὶ ἐν ταῖς Θερμοπύλαις ἀντιπροσιόντας οἱ τοὺς Ῥωμαίους ὑπέμεινε· πρὸς γὰρ τὴν τῶν στρατιωτῶν ὀλιγότητα σύμμαχον τὴν τοῦ χωρίου φύσιν ἕξειν ἐνόμισε. καὶ ἵνα μή τι καὶ αὐτὸς πάθῃ οἶον οἶ Ἕλληνες οἶ πρὸς τὸν Μῆδον ἀντιταχθέντες ἐκεῖ, μέρος τι τῶν Αἰτωλῶν ἐπὶ τὰ ἄκρα τῶν ὀρόν ἀνεβίβασεν, ὥστε φρουρῆσαι αὐτά. ὁ δὲ Γλαβρίων βραχύ τε τῶν χωρίων ἐφρόντισε καὶ τὴν μάχην οὐκ ἀνεβάλετο , ἀλλὰ Πόρκιον μὲν Κάτωνα καὶ Οὐαλέριον Φλάκκον ὑποστρατήγους νυκτὸς ἐπὶ τοὺς Αἰτωλοὺς τοὺς ἐν τοῖς ἄκροις ἀπέστειλεν , αὐτὸς δὲ τῷ Ἀντιόχῳ ὑπὸ τὴν ἕω συνέμιξε. καὶ ἕως μὲν ἐν τῷ ὁμαλῷ ἐμάχετο, ἐπεκράτει, ἀναχωρήσαντος δὲ τοῦ Ἀντιόχου πρὸς τὰ μετέωρα ἠλαττοῦτο , μέχρις ὁ Κάτων κατὰ νώτου οἱ ἐγένετο. τοῖς γὰρ Αἰτωλοῖς καθεύδουσιν ἐπελθὼν τοὺς μὲν πλείους ἀπέκτεινε καὶ τοὺς λοιποὺς διεσκέδασε, κἀντεῦθεν καταδραμὼν καὶ τῆς κάτω μάχης μετέσχε. καὶ τόν τε Ἀντίοχον ἔτρεψαν καὶ τὸ στρατόπεδον αὐτοῦ εἷλον. καὶ ὁ μὲν ἐς τὴν Χαλκίδα εὐθὺς ἀπεχώρησε , μαθὼν δὲ τὸν ὕπατον προσιόντα, ἐς τὴν Ἀσίαν ἀνεκομίσθη λαθών. Καὶ τὴν μὲν Βοιωτίαν καὶ τὴν Εὔβοιαν ὁ Γλαβρίων αὐτίκα κατέσχε, τῇ δ’ Ἡρακλείᾳ, μὴ βουληθέντων αὐτῷ προσχωρῆσαι τῶν Αἰτωλῶν, προσβολὰς ἐποιεῖτο · καὶ τὴν μὲν κάτω πόλιν πολιορκίᾳ εἷλε, τοὺς δ’ ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ Δλμόκριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ὃς τῷ Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο , καὶ ψήφισμα ἐκείνου αἰτήσαντος , ἔν’ ἐς τὴν Ῥώμην πέμψῃ, ‘‘θάρρει ἔφη· “ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρατοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι. τοῦ Φιλίππου δὲ τὴν Λάμιαν πολιορκοῦντος ἐπῆλθεν ἐπ’ αὐτὴν ὁ Γλαβρίων, καὶ τήν τε νίκην καὶ τὴν λείαν ἐσφετερίσατο. τῶν μέντοι Αἰτωλῶν οἶ λοιποὶ συναλλαγῆναι μὲν ἠθέλησαν, οὐκ ἐσπείσαντο δέ, τοῦ Ἀντιόχου πρέσβεις αὐτοῖς καὶ χρήματα πέμψαντος, ἀλλὰ πρὸς πόλεμον ἡτοιμάζοντο. καὶ ὁ Φίλιππος ὑπεκρί- νετο μὲν τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν , τὰ δὲ τοῦ Ἀντιόχου ἐφρόνει. ἐν τούτῳ δὲ Ναύπακτον ὁ Γλαβρίων τῶν Αἰτωλῶν οὖσαν ἐπολιόρκει· οὑς ἐλθὼν ὁ Φλαμίνιος ἔπεισε σπείσασθαι, γνωρίμως ἔχων. καὶ πρέσβεις εἰς τὴν Ῥώμην ἐκεῖνοί τε καὶ οἶ Ἠπειρῶται ἐστάλκασι. καὶ ὁ Φίλιππος στέφανον νικητήριον τῷ Διὶ τῷ Καπιτωλίῳ πέμψας ἄλλα τε ἀντειλήφει καὶ τὸν υἱὸν τὸν Δημήτριον ἐν Ῥώμῃ ὁμηρεύοντα. τοῖς δ’ Αἰτωλοῖς σπονδαὶ οὐκ ἐγένοντο· οὐ γὰρ ἐλαττωθῆναί τι κατεδέξαντο.

---

Joannes Zonaras, Epitome historiarum (lib. 1‑18), ed. Ludwig Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg3135.tlg001.local001/.
